Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 19

ὑπολαβὼν δὲ Ιωβ λέγει
ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρει̃τε με λόγοις
γνω̃τε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλει̃τέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι
ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος
ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει
γνω̃τε οὐ̃ν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτου̃ ἐπ' ἐμὲ ὕψωσεν
ἰδοὺ γελω̃ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμου̃ κρίμα
κύκλω̨ περιω̨κοδόμημαι καὶ οὐ μὴ διαβω̃ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο
τὴν δὲ δόξαν ἀπ' ἐμου̃ ἐξέδυσεν ἀφει̃λεν δὲ στέφανον ἀπὸ κεφαλη̃ς μου
10 διέσπασέν με κύκλω̨ καὶ ὠ̨χόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου
11 δεινω̃ς δέ μοι ὀργη̨̃ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν
12 ὁμοθυμαδὸν δὲ ἠ̃λθον τὰ πειρατήρια αὐτου̃ ἐπ' ἐμοὶ ται̃ς ὁδοι̃ς μου ἐκύκλωσάν με ἐγκάθετοι
13 ἀπ' ἐμου̃ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν
14 οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου
15 γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτω̃ν
16 θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο
17 καὶ ἱκέτευον τὴν γυναι̃κά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου
18 οἱ δὲ εἰς τὸν αἰω̃νά με ἀπεποιήσαντο ὅταν ἀναστω̃ κατ' ἐμου̃ λαλου̃σιν
19 ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι
20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστα̃ μου ἐν ὀδου̃σιν ἔχεται
21 ἐλεήσατέ με ἐλεήσατέ με ὠ̃ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν
22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκω̃ν μου οὐκ ἐμπίπλασθε
23 τίς γὰρ ἂν δώ̨η γραφη̃ναι τὰ ῥήματά μου τεθη̃ναι δὲ αὐτὰ ἐν βιβλίω̨ εἰς τὸν αἰω̃να
24 ἐν γραφείω̨ σιδηρω̨̃ καὶ μολίβω̨ ἢ ἐν πέτραις ἐγγλυφη̃ναι
25 οἰ̃δα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γη̃ς
26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλω̃ν ταυ̃τα παρὰ γὰρ κυρίου ταυ̃τά μοι συνετελέσθη
27 ἃ ἐγὼ ἐμαυτω̨̃ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπω̨
28 εἰ δὲ καὶ ἐρει̃τε τί ἐρου̃μεν ἔναντι αὐτου̃ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτω̨̃
29 εὐλαβήθητε δὴ καὶ ὑμει̃ς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται που̃ ἐστιν αὐτω̃ν ἡ ὕλη

ΙΩΒ, κεφαλίς 20

ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει
οὐχ οὕτως ὑπελάμβανον ἀντερει̃ν σε ταυ̃τα καὶ οὐχὶ συνίετε μα̃λλον ἢ καὶ ἐγώ
παιδείαν ἐντροπη̃ς μου ἀκούσομαι καὶ πνευ̃μα ἐκ τη̃ς συνέσεως ἀποκρίνεταί μοι
μὴ ταυ̃τα ἔγνως ἀπὸ του̃ ἔτι ἀφ' οὑ̃ ἐτέθη ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς
εὐφροσύνη γὰρ ἀσεβω̃ν πτω̃μα ἐξαίσιον χαρμονὴ δὲ παρανόμων ἀπώλεια
ἐὰν ἀναβη̨̃ εἰς οὐρανὸν αὐτου̃ τὰ δω̃ρα ἡ δὲ θυσία αὐτου̃ νεφω̃ν ἅψηται
ὅταν γὰρ δοκη̨̃ ἤδη κατεστηρίχθαι τότε εἰς τέλος ἀπολει̃ται οἱ δὲ ἰδόντες αὐτὸν ἐρου̃σιν που̃ ἐστιν
ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθη̨̃ ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν
ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτου̃
10 τοὺς υἱοὺς αὐτου̃ ὀλέσαισαν ἥττονες αἱ δὲ χει̃ρες αὐτου̃ πυρσεύσαισαν ὀδύνας
11 ὀστα̃ αὐτου̃ ἐνεπλήσθησαν νεότητος αὐτου̃ καὶ μετ' αὐτου̃ ἐπὶ χώματος κοιμηθήσεται
12 ἐὰν γλυκανθη̨̃ ἐν στόματι αὐτου̃ κακία κρύψει αὐτὴν ὑπὸ τὴν γλω̃σσαν αὐτου̃
13 οὐ φείσεται αὐτη̃ς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσω̨ του̃ λάρυγγος αὐτου̃
14 καὶ οὐ μὴ δυνηθη̨̃ βοηθη̃σαι ἑαυτω̨̃ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτου̃
15 πλου̃τος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται ἐξ οἰκίας αὐτου̃ ἐξελκύσει αὐτὸν ἄγγελος
16 θυμὸν δὲ δρακόντων θηλάσειεν ἀνέλοι δὲ αὐτὸν γλω̃σσα ὄφεως
17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου
18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλου̃τον ἐξ οὑ̃ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος
19 πολλω̃ν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν
20 οὐκ ἔστιν αὐτου̃ σωτηρία τοι̃ς ὑπάρχουσιν ἐν ἐπιθυμία̨ αὐτου̃ οὐ σωθήσεται
21 οὐκ ἔστιν ὑπόλειμμα τοι̃ς βρώμασιν αὐτου̃ διὰ του̃το οὐκ ἀνθήσει αὐτου̃ τὰ ἀγαθά
22 ὅταν δὲ δοκη̨̃ ἤδη πεπληρω̃σθαι θλιβήσεται πα̃σα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται
23 εἴ πως πληρώσαι γαστέρα αὐτου̃ ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργη̃ς νίψαι ἐπ' αὐτὸν ὀδύνας
24 καὶ οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς σιδήρου τρώσαι αὐτὸν τόξον χάλκειον
25 διεξέλθοι δὲ διὰ σώματος αὐτου̃ βέλος ἀστραπαὶ δὲ ἐν διαίταις αὐτου̃ περιπατήσαισαν ἐπ' αὐτω̨̃ φόβοι
26 πα̃ν δὲ σκότος αὐτω̨̃ ὑπομείναι κατέδεται αὐτὸν πυ̃ρ ἄκαυστον κακώσαι δὲ αὐτου̃ ἐπήλυτος τὸν οἰ̃κον
27 ἀνακαλύψαι δὲ αὐτου̃ ὁ οὐρανὸς τὰς ἀνομίας γη̃ δὲ ἐπανασταίη αὐτω̨̃
28 ἑλκύσαι τὸν οἰ̃κον αὐτου̃ ἀπώλεια εἰς τέλος ἡμέρα ὀργη̃ς ἐπέλθοι αὐτω̨̃
29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβου̃ς παρὰ κυρίου καὶ κτη̃μα ὑπαρχόντων αὐτω̨̃ παρὰ του̃ ἐπισκόπου

ΙΩΒ, κεφαλίς 21

ὑπολαβὼν δὲ Ιωβ λέγει
ἀκούσατε ἀκούσατέ μου τω̃ν λόγων ἵνα μὴ ἠ̨̃ μοι παρ' ὑμω̃ν αὕτη ἡ παράκλησις
ἄρατέ με ἐγὼ δὲ λαλήσω εἰ̃τ' οὐ καταγελάσετέ μου
τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ἢ διὰ τί οὐ θυμωθήσομαι
εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χει̃ρα θέντες ἐπὶ σιαγόνι
ἐάν τε γὰρ μνησθω̃ ἐσπούδακα ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι
διὰ τί ἀσεβει̃ς ζω̃σιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτω̨
ὁ σπόρος αὐτω̃ν κατὰ ψυχήν τὰ δὲ τέκνα αὐτω̃ν ἐν ὀφθαλμοι̃ς
οἱ οἰ̃κοι αὐτω̃ν εὐθηνου̃σιν φόβος δὲ οὐδαμου̃ μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοι̃ς
10 ἡ βου̃ς αὐτω̃ν οὐκ ὠμοτόκησεν διεσώθη δὲ αὐτω̃ν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν
11 μένουσιν δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτω̃ν προσπαίζουσιν
12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνη̨̃ ψαλμου̃
13 συνετέλεσαν δὲ ἐν ἀγαθοι̃ς τὸν βίον αὐτω̃ν ἐν δὲ ἀναπαύσει ἅ̨δου ἐκοιμήθησαν
14 λέγει δὲ κυρίω̨ ἀπόστα ἀπ' ἐμου̃ ὁδούς σου εἰδέναι οὐ βούλομαι
15 τί ἱκανός ὅτι δουλεύσομεν αὐτω̨̃ καὶ τίς ὠφέλεια ὅτι ἀπαντήσομεν αὐτω̨̃
16 ἐν χερσὶν γὰρ ἠ̃ν αὐτω̃ν τὰ ἀγαθά ἔργα δὲ ἀσεβω̃ν οὐκ ἐφορα̨̃
17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβω̃ν λύχνος σβεσθήσεται ἐπελεύσεται δὲ αὐτοι̃ς ἡ καταστροφή ὠδι̃νες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργη̃ς
18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός ὃν ὑφείλατο λαι̃λαψ
19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτου̃ ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται
20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτου̃ τὴν ἑαυτου̃ σφαγήν ἀπὸ δὲ κυρίου μὴ διασωθείη
21 ὅτι τί θέλημα αὐτου̃ ἐν οἴκω̨ αὐτου̃ μετ' αὐτόν καὶ ἀριθμοὶ μηνω̃ν αὐτου̃ διη̨ρέθησαν
22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην αὐτὸς δὲ φόνους διακρινει̃
23 οὑ̃τος ἀποθανει̃ται ἐν κράτει ἁπλοσύνης αὐτου̃ ὅλος δὲ εὐπαθω̃ν καὶ εὐθηνω̃ν
24 τὰ δὲ ἔγκατα αὐτου̃ πλήρη στέατος μυελὸς δὲ αὐτου̃ διαχει̃ται
25 ὁ δὲ τελευτα̨̃ ὑπὸ πικρίας ψυχη̃ς οὐ φαγὼν οὐδὲν ἀγαθόν
26 ὁμοθυμαδὸν δὲ ἐπὶ γη̃ς κοιμω̃νται σαπρία δὲ αὐτοὺς ἐκάλυψεν
27 ὥστε οἰ̃δα ὑμα̃ς ὅτι τόλμη̨ ἐπίκεισθέ μοι
28 ὅτι ἐρει̃τε που̃ ἐστιν οἰ̃κος ἄρχοντος καὶ που̃ ἐστιν ἡ σκέπη τω̃ν σκηνωμάτων τω̃ν ἀσεβω̃ν
29 ἐρωτήσατε παραπορευομένους ὁδόν καὶ τὰ σημει̃α αὐτω̃ν οὐκ ἀπαλλοτριώσετε
30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός εἰς ἡμέραν ὀργη̃ς αὐτου̃ ἀπαχθήσονται
31 τίς ἀπαγγελει̃ ἐπὶ προσώπου αὐτου̃ τὴν ὁδὸν αὐτου̃ καὶ αὐτὸς ἐποίησεν τίς ἀνταποδώσει αὐτω̨̃
32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορω̨̃ ἠγρύπνησεν
33 ἐγλυκάνθησαν αὐτω̨̃ χάλικες χειμάρρου καὶ ὀπίσω αὐτου̃ πα̃ς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτου̃ ἀναρίθμητοι
34 πω̃ς δὲ παρακαλει̃τέ με κενά τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμω̃ν οὐδέν
Читать далее:ΙΩΒ, κεφαλίς 22
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).