1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει |
2 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην |
3 τί γὰρ μέλει τω̨̃ κυρίω̨ ἐὰν σὺ ἠ̃σθα τοι̃ς ἔργοις ἄμεμπτος ἢ ὠφέλεια ὅτι ἁπλώση̨ς τὴν ὁδόν σου |
4 ἠ̃ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν |
5 πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι |
6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενη̃ς ἀμφίασιν δὲ γυμνω̃ν ἀφείλου |
7 οὐδὲ ὕδωρ διψω̃ντας ἐπότισας ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν |
8 ἐθαύμασας δέ τινων πρόσωπον ὤ̨κισας δὲ τοὺς ἐπὶ τη̃ς γη̃ς |
9 χήρας δὲ ἐξαπέστειλας κενάς ὀρφανοὺς δὲ ἐκάκωσας |
10 τοιγαρου̃ν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος |
11 τὸ φω̃ς σοι σκότος ἀπέβη κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν |
12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορα̨̃ τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν |
13 καὶ εἰ̃πας τί ἔγνω ὁ ἰσχυρός ἠ̃ κατὰ του̃ γνόφου κρινει̃ |
14 νέφη ἀποκρυφὴ αὐτου̃ καὶ οὐχ ὁραθήσεται καὶ γυ̃ρον οὐρανου̃ διαπορεύσεται |
15 μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες ἄδικοι |
16 οἳ συνελήμφθησαν ἄωροι ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτω̃ν |
17 οἱ λέγοντες κύριος τί ποιήσει ἡμι̃ν ἢ τί ἐπάξεται ἡμι̃ν ὁ παντοκράτωρ |
18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτω̃ν ἀγαθω̃ν βουλὴ δὲ ἀσεβω̃ν πόρρω ἀπ' αὐτου̃ |
19 ἰδόντες δίκαιοι ἐγέλασαν ἄμεμπτος δὲ ἐμυκτήρισεν |
20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτω̃ν καὶ τὸ κατάλειμμα αὐτω̃ν καταφάγεται πυ̃ρ |
21 γενου̃ δὴ σκληρός ἐὰν ὑπομείνη̨ς εἰ̃τ' ὁ καρπός σου ἔσται ἐν ἀγαθοι̃ς |
22 ἔκλαβε δὲ ἐκ στόματος αὐτου̃ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτου̃ ἐν καρδία̨ σου |
23 ἐὰν δὲ ἐπιστραφη̨̃ς καὶ ταπεινώση̨ς σεαυτὸν ἔναντι κυρίου πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον |
24 θήση̨ ἐπὶ χώματι ἐν πέτρα̨ καὶ ὡς πέτρα̨ χειμάρρους Ωφιρ |
25 ἔσται οὐ̃ν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρω̃ν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον |
26 εἰ̃τα παρρησιασθήση̨ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρω̃ς |
27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου δώσει δέ σοι ἀποδου̃ναι τὰς εὐχάς |
28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης ἐπὶ δὲ ὁδοι̃ς σου ἔσται φέγγος |
29 ὅτι ἐταπείνωσεν αὐτόν καὶ ἐρει̃ς ὑπερηφανεύσατο καὶ κύφοντα ὀφθαλμοι̃ς σώσει |
30 ῥύσεται ἀθω̨̃ον καὶ διασώθητι ἐν καθαραι̃ς χερσίν σου |