Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 32

καὶ Ιακωβ ἀπη̃λθεν εἰς τὴν ἑαυτου̃ ὁδόν καὶ ἀναβλέψας εἰ̃δεν παρεμβολὴν θεου̃ παρεμβεβληκυι̃αν καὶ συνήντησαν αὐτω̨̃ οἱ ἄγγελοι του̃ θεου̃
εἰ̃πεν δὲ Ιακωβ ἡνίκα εἰ̃δεν αὐτούς Παρεμβολὴ θεου̃ αὕτη καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Παρεμβολαί
ἀπέστειλεν δὲ Ιακωβ ἀγγέλους ἔμπροσθεν αὐτου̃ πρὸς Ησαυ τὸν ἀδελφὸν αὐτου̃ εἰς γη̃ν Σηιρ εἰς χώραν Εδωμ
καὶ ἐνετείλατο αὐτοι̃ς λέγων οὕτως ἐρει̃τε τω̨̃ κυρίω̨ μου Ησαυ οὕτως λέγει ὁ παι̃ς σου Ιακωβ μετὰ Λαβαν παρώ̨κησα καὶ ἐχρόνισα ἕως του̃ νυ̃ν
καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παι̃δες καὶ παιδίσκαι καὶ ἀπέστειλα ἀναγγει̃λαι τω̨̃ κυρίω̨ μου Ησαυ ἵνα εὕρη̨ ὁ παι̃ς σου χάριν ἐναντίον σου
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ιακωβ λέγοντες ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ησαυ καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτου̃
ἐφοβήθη δὲ Ιακωβ σφόδρα καὶ ἠπορει̃το καὶ διει̃λεν τὸν λαὸν τὸν μετ' αὐτου̃ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς
καὶ εἰ̃πεν Ιακωβ ἐὰν ἔλθη̨ Ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψη̨ αὐτήν ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώ̨ζεσθαι
εἰ̃πεν δὲ Ιακωβ ὁ θεὸς του̃ πατρός μου Αβρααμ καὶ ὁ θεὸς του̃ πατρός μου Ισαακ κύριε ὁ εἴπας μοι ἀπότρεχε εἰς τὴν γη̃ν τη̃ς γενέσεώς σου καὶ εὐ̃ σε ποιήσω
10 ἱκανου̃ταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἡ̃ς ἐποίησας τω̨̃ παιδί σου ἐν γὰρ τη̨̃ ῥάβδω̨ μου διέβην τὸν Ιορδάνην του̃τον νυ̃ν δὲ γέγονα εἰς δύο παρεμβολάς
11 ἐξελου̃ με ἐκ χειρὸς του̃ ἀδελφου̃ μου Ησαυ ὅτι φοβου̃μαι ἐγὼ αὐτόν μήποτε ἐλθὼν πατάξη̨ με καὶ μητέρα ἐπὶ τέκνοις
12 σὺ δὲ εἰ̃πας καλω̃ς εὐ̃ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τη̃ς θαλάσσης ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ του̃ πλήθους
13 καὶ ἐκοιμήθη ἐκει̃ τὴν νύκτα ἐκείνην καὶ ἔλαβεν ὡ̃ν ἔφερεν δω̃ρα καὶ ἐξαπέστειλεν Ησαυ τω̨̃ ἀδελφω̨̃ αὐτου̃
14 αἰ̃γας διακοσίας τράγους εἴκοσι πρόβατα διακόσια κριοὺς εἴκοσι
15 καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτω̃ν τριάκοντα βόας τεσσαράκοντα ταύρους δέκα ὄνους εἴκοσι καὶ πώλους δέκα
16 καὶ ἔδωκεν διὰ χειρὸς τοι̃ς παισὶν αὐτου̃ ποίμνιον κατὰ μόνας εἰ̃πεν δὲ τοι̃ς παισὶν αὐτου̃ προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιει̃τε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης
17 καὶ ἐνετείλατο τω̨̃ πρώτω̨ λέγων ἐάν σοι συναντήση̨ Ησαυ ὁ ἀδελφός μου καὶ ἐρωτα̨̃ σε λέγων τίνος εἰ̃ καὶ που̃ πορεύη̨ καὶ τίνος ταυ̃τα τὰ προπορευόμενά σου
18 ἐρει̃ς του̃ παιδός σου Ιακωβ δω̃ρα ἀπέσταλκεν τω̨̃ κυρίω̨ μου Ησαυ καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμω̃ν
19 καὶ ἐνετείλατο τω̨̃ πρώτω̨ καὶ τω̨̃ δευτέρω̨ καὶ τω̨̃ τρίτω̨ καὶ πα̃σι τοι̃ς προπορευομένοις ὀπίσω τω̃ν ποιμνίων τούτων λέγων κατὰ τὸ ῥη̃μα του̃το λαλήσατε Ησαυ ἐν τω̨̃ εὑρει̃ν ὑμα̃ς αὐτὸν
20 καὶ ἐρει̃τε ἰδοὺ ὁ παι̃ς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμω̃ν εἰ̃πεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτου̃ ἐν τοι̃ς δώροις τοι̃ς προπορευομένοις αὐτου̃ καὶ μετὰ του̃το ὄψομαι τὸ πρόσωπον αὐτου̃ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου
21 καὶ παρεπορεύοντο τὰ δω̃ρα κατὰ πρόσωπον αὐτου̃ αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τη̨̃ παρεμβολη̨̃
22 ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναι̃κας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτου̃ καὶ διέβη τὴν διάβασιν του̃ Ιαβοκ
23 καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτου̃
24 ὑπελείφθη δὲ Ιακωβ μόνος καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτου̃ ἕως πρωί
25 εἰ̃δεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν καὶ ἥψατο του̃ πλάτους του̃ μηρου̃ αὐτου̃ καὶ ἐνάρκησεν τὸ πλάτος του̃ μηρου̃ Ιακωβ ἐν τω̨̃ παλαίειν αὐτὸν μετ' αὐτου̃
26 καὶ εἰ̃πεν αὐτω̨̃ ἀπόστειλόν με ἀνέβη γὰρ ὁ ὄρθρος ὁ δὲ εἰ̃πεν οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήση̨ς
27 εἰ̃πεν δὲ αὐτω̨̃ τί τὸ ὄνομά σού ἐστιν ὁ δὲ εἰ̃πεν Ιακωβ
28 εἰ̃πεν δὲ αὐτω̨̃ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεου̃ καὶ μετὰ ἀνθρώπων δυνατός
29 ἠρώτησεν δὲ Ιακωβ καὶ εἰ̃πεν ἀνάγγειλόν μοι τὸ ὄνομά σου καὶ εἰ̃πεν ἵνα τί του̃το ἐρωτα̨̃ς τὸ ὄνομά μου καὶ ηὐλόγησεν αὐτὸν ἐκει̃
30 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐκείνου Εἰ̃δος θεου̃ εἰ̃δον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή
31 ἀνέτειλεν δὲ αὐτω̨̃ ὁ ἥλιος ἡνίκα παρη̃λθεν τὸ Εἰ̃δος του̃ θεου̃ αὐτὸς δὲ ἐπέσκαζεν τω̨̃ μηρω̨̃ αὐτου̃
32 ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νευ̃ρον ὃ ἐνάρκησεν ὅ ἐστιν ἐπὶ του̃ πλάτους του̃ μηρου̃ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι ἥψατο του̃ πλάτους του̃ μηρου̃ Ιακωβ του̃ νεύρου καὶ ἐνάρκησεν
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).