Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 33

ἀναβλέψας δὲ Ιακωβ εἰ̃δεν καὶ ἰδοὺ Ησαυ ὁ ἀδελφὸς αὐτου̃ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτου̃ καὶ ἐπιδιει̃λεν Ιακωβ τὰ παιδία ἐπὶ Λειαν καὶ Ραχηλ καὶ τὰς δύο παιδίσκας
καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐν πρώτοις καὶ Λειαν καὶ τὰ παιδία αὐτη̃ς ὀπίσω καὶ Ραχηλ καὶ Ιωσηφ ἐσχάτους
αὐτὸς δὲ προη̃λθεν ἔμπροσθεν αὐτω̃ν καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν ἑπτάκις ἕως του̃ ἐγγίσαι του̃ ἀδελφου̃ αὐτου̃
καὶ προσέδραμεν Ησαυ εἰς συνάντησιν αὐτω̨̃ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ ἔκλαυσαν ἀμφότεροι
καὶ ἀναβλέψας εἰ̃δεν τὰς γυναι̃κας καὶ τὰ παιδία καὶ εἰ̃πεν τί ταυ̃τά σοί ἐστιν ὁ δὲ εἰ̃πεν τὰ παιδία οἱ̃ς ἠλέησεν ὁ θεὸς τὸν παι̃δά σου
καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτω̃ν καὶ προσεκύνησαν
καὶ προσήγγισεν Λεια καὶ τὰ τέκνα αὐτη̃ς καὶ προσεκύνησαν καὶ μετὰ ταυ̃τα προσήγγισεν Ραχηλ καὶ Ιωσηφ καὶ προσεκύνησαν
καὶ εἰ̃πεν τί ταυ̃τά σοί ἐστιν πα̃σαι αἱ παρεμβολαὶ αὑ̃ται αἱ̃ς ἀπήντηκα ὁ δὲ εἰ̃πεν ἵνα εὕρη̨ ὁ παι̃ς σου χάριν ἐναντίον σου κύριε
εἰ̃πεν δὲ Ησαυ ἔστιν μοι πολλά ἄδελφε ἔστω σοι τὰ σά
10 εἰ̃πεν δὲ Ιακωβ εἰ εὕρηκα χάριν ἐναντίον σου δέξαι τὰ δω̃ρα διὰ τω̃ν ἐμω̃ν χειρω̃ν ἕνεκεν τούτου εἰ̃δον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεου̃ καὶ εὐδοκήσεις με
11 λαβὲ τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα καὶ ἐβιάσατο αὐτόν καὶ ἔλαβεν
12 καὶ εἰ̃πεν ἀπάραντες πορευσόμεθα ἐπ' εὐθει̃αν
13 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ ἐὰν οὐ̃ν καταδιώξω αὐτοὺς ἡμέραν μίαν ἀποθανου̃νται πάντα τὰ κτήνη
14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν του̃ παιδός ἐγὼ δὲ ἐνισχύσω ἐν τη̨̃ ὁδω̨̃ κατὰ σχολὴν τη̃ς πορεύσεως τη̃ς ἐναντίον μου καὶ κατὰ πόδα τω̃ν παιδαρίων ἕως του̃ με ἐλθει̃ν πρὸς τὸν κύριόν μου εἰς Σηιρ
15 εἰ̃πεν δὲ Ησαυ καταλείψω μετὰ σου̃ ἀπὸ του̃ λαου̃ του̃ μετ' ἐμου̃ ὁ δὲ εἰ̃πεν ἵνα τί του̃το ἱκανὸν ὅτι εὑ̃ρον χάριν ἐναντίον σου κύριε
16 ἀπέστρεψεν δὲ Ησαυ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τὴν ὁδὸν αὐτου̃ εἰς Σηιρ
17 καὶ Ιακωβ ἀπαίρει εἰς Σκηνάς καὶ ἐποίησεν ἑαυτω̨̃ ἐκει̃ οἰκίας καὶ τοι̃ς κτήνεσιν αὐτου̃ ἐποίησεν σκηνάς διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Σκηναί
18 καὶ ἠ̃λθεν Ιακωβ εἰς Σαλημ πόλιν Σικιμων ἥ ἐστιν ἐν γη̨̃ Χανααν ὅτε ἠ̃λθεν ἐκ τη̃ς Μεσοποταμίας Συρίας καὶ παρενέβαλεν κατὰ πρόσωπον τη̃ς πόλεως
19 καὶ ἐκτήσατο τὴν μερίδα του̃ ἀγρου̃ οὑ̃ ἔστησεν ἐκει̃ τὴν σκηνὴν αὐτου̃ παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνω̃ν
20 καὶ ἔστησεν ἐκει̃ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ισραηλ
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).