Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 34

ἐξη̃λθεν δὲ Δινα ἡ θυγάτηρ Λειας ἣν ἔτεκεν τω̨̃ Ιακωβ καταμαθει̃ν τὰς θυγατέρας τω̃ν ἐγχωρίων
καὶ εἰ̃δεν αὐτὴν Συχεμ ὁ υἱὸς Εμμωρ ὁ Χορραι̃ος ὁ ἄρχων τη̃ς γη̃ς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ' αὐτη̃ς καὶ ἐταπείνωσεν αὐτήν
καὶ προσέσχεν τη̨̃ ψυχη̨̃ Δινας τη̃ς θυγατρὸς Ιακωβ καὶ ἠγάπησεν τὴν παρθένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τη̃ς παρθένου αὐτη̨̃
εἰ̃πεν δὲ Συχεμ πρὸς Εμμωρ τὸν πατέρα αὐτου̃ λέγων λαβέ μοι τὴν παιδίσκην ταύτην εἰς γυναι̃κα
Ιακωβ δὲ ἤκουσεν ὅτι ἐμίανεν ὁ υἱὸς Εμμωρ Διναν τὴν θυγατέρα αὐτου̃ οἱ δὲ υἱοὶ αὐτου̃ ἠ̃σαν μετὰ τω̃ν κτηνω̃ν αὐτου̃ ἐν τω̨̃ πεδίω̨ παρεσιώπησεν δὲ Ιακωβ ἕως του̃ ἐλθει̃ν αὐτούς
ἐξη̃λθεν δὲ Εμμωρ ὁ πατὴρ Συχεμ πρὸς Ιακωβ λαλη̃σαι αὐτω̨̃
οἱ δὲ υἱοὶ Ιακωβ ἠ̃λθον ἐκ του̃ πεδίου ὡς δὲ ἤκουσαν κατενύχθησαν οἱ ἄνδρες καὶ λυπηρὸν ἠ̃ν αὐτοι̃ς σφόδρα ὅτι ἄσχημον ἐποίησεν ἐν Ισραηλ κοιμηθεὶς μετὰ τη̃ς θυγατρὸς Ιακωβ καὶ οὐχ οὕτως ἔσται
καὶ ἐλάλησεν Εμμωρ αὐτοι̃ς λέγων Συχεμ ὁ υἱός μου προείλατο τη̨̃ ψυχη̨̃ τὴν θυγατέρα ὑμω̃ν δότε οὐ̃ν αὐτὴν αὐτω̨̃ γυναι̃κα
ἐπιγαμβρεύσασθε ἡμι̃ν τὰς θυγατέρας ὑμω̃ν δότε ἡμι̃ν καὶ τὰς θυγατέρας ἡμω̃ν λάβετε τοι̃ς υἱοι̃ς ὑμω̃ν
10 καὶ ἐν ἡμι̃ν κατοικει̃τε καὶ ἡ γη̃ ἰδοὺ πλατει̃α ἐναντίον ὑμω̃ν κατοικει̃τε καὶ ἐμπορεύεσθε ἐπ' αὐτη̃ς καὶ ἐγκτήσασθε ἐν αὐτη̨̃
11 εἰ̃πεν δὲ Συχεμ πρὸς τὸν πατέρα αὐτη̃ς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτη̃ς εὕροιμι χάριν ἐναντίον ὑμω̃ν καὶ ὃ ἐὰν εἴπητε δώσομεν
12 πληθύνατε τὴν φερνὴν σφόδρα καὶ δώσω καθότι ἂν εἴπητέ μοι καὶ δώσετέ μοι τὴν παι̃δα ταύτην εἰς γυναι̃κα
13 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ιακωβ τω̨̃ Συχεμ καὶ Εμμωρ τω̨̃ πατρὶ αὐτου̃ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοι̃ς ὅτι ἐμίαναν Διναν τὴν ἀδελφὴν αὐτω̃ν
14 καὶ εἰ̃παν αὐτοι̃ς Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας υἱοὶ δὲ Λειας οὐ δυνησόμεθα ποιη̃σαι τὸ ῥη̃μα του̃το δου̃ναι τὴν ἀδελφὴν ἡμω̃ν ἀνθρώπω̨ ὃς ἔχει ἀκροβυστίαν ἔστιν γὰρ ὄνειδος ἡμι̃ν
15 ἐν τούτω̨ ὁμοιωθησόμεθα ὑμι̃ν καὶ κατοικήσομεν ἐν ὑμι̃ν ἐὰν γένησθε ὡς ἡμει̃ς καὶ ὑμει̃ς ἐν τω̨̃ περιτμηθη̃ναι ὑμω̃ν πα̃ν ἀρσενικόν
16 καὶ δώσομεν τὰς θυγατέρας ἡμω̃ν ὑμι̃ν καὶ ἀπὸ τω̃ν θυγατέρων ὑμω̃ν λημψόμεθα ἡμι̃ν γυναι̃κας καὶ οἰκήσομεν παρ' ὑμι̃ν καὶ ἐσόμεθα ὡς γένος ἕν
17 ἐὰν δὲ μὴ εἰσακούσητε ἡμω̃ν του̃ περιτέμνεσθαι λαβόντες τὰς θυγατέρας ἡμω̃ν ἀπελευσόμεθα
18 καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Εμμωρ καὶ ἐναντίον Συχεμ του̃ υἱου̃ Εμμωρ
19 καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος του̃ ποιη̃σαι τὸ ῥη̃μα του̃το ἐνέκειτο γὰρ τη̨̃ θυγατρὶ Ιακωβ αὐτὸς δὲ ἠ̃ν ἐνδοξότατος πάντων τω̃ν ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτου̃
20 ἠ̃λθεν δὲ Εμμωρ καὶ Συχεμ ὁ υἱὸς αὐτου̃ πρὸς τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τη̃ς πόλεως αὐτω̃ν λέγοντες
21 οἱ ἄνθρωποι οὑ̃τοι εἰρηνικοί εἰσιν μεθ' ἡμω̃ν οἰκείτωσαν ἐπὶ τη̃ς γη̃ς καὶ ἐμπορευέσθωσαν αὐτήν ἡ δὲ γη̃ ἰδοὺ πλατει̃α ἐναντίον αὐτω̃ν τὰς θυγατέρας αὐτω̃ν λημψόμεθα ἡμι̃ν γυναι̃κας καὶ τὰς θυγατέρας ἡμω̃ν δώσομεν αὐτοι̃ς
22 μόνον ἐν τούτω̨ ὁμοιωθήσονται ἡμι̃ν οἱ ἄνθρωποι του̃ κατοικει̃ν μεθ' ἡμω̃ν ὥστε εἰ̃ναι λαὸν ἕνα ἐν τω̨̃ περιτέμνεσθαι ἡμω̃ν πα̃ν ἀρσενικόν καθὰ καὶ αὐτοὶ περιτέτμηνται
23 καὶ τὰ κτήνη αὐτω̃ν καὶ τὰ ὑπάρχοντα αὐτω̃ν καὶ τὰ τετράποδα οὐχ ἡμω̃ν ἔσται μόνον ἐν τούτω̨ ὁμοιωθω̃μεν αὐτοι̃ς καὶ οἰκήσουσιν μεθ' ἡμω̃ν
24 καὶ εἰσήκουσαν Εμμωρ καὶ Συχεμ του̃ υἱου̃ αὐτου̃ πάντες οἱ ἐκπορευόμενοι τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ περιετέμοντο τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτω̃ν πα̃ς ἄρσην
25 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ὅτε ἠ̃σαν ἐν τω̨̃ πόνω̨ ἔλαβον οἱ δύο υἱοὶ Ιακωβ Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας ἕκαστος τὴν μάχαιραν αὐτου̃ καὶ εἰση̃λθον εἰς τὴν πόλιν ἀσφαλω̃ς καὶ ἀπέκτειναν πα̃ν ἀρσενικόν
26 τόν τε Εμμωρ καὶ Συχεμ τὸν υἱὸν αὐτου̃ ἀπέκτειναν ἐν στόματι μαχαίρας καὶ ἔλαβον τὴν Διναν ἐκ του̃ οἴκου του̃ Συχεμ καὶ ἐξη̃λθον
27 οἱ δὲ υἱοὶ Ιακωβ εἰση̃λθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν ἐν ἡ̨̃ ἐμίαναν Διναν τὴν ἀδελφὴν αὐτω̃ν
28 καὶ τὰ πρόβατα αὐτω̃ν καὶ τοὺς βόας αὐτω̃ν καὶ τοὺς ὄνους αὐτω̃ν ὅσα τε ἠ̃ν ἐν τη̨̃ πόλει καὶ ὅσα ἠ̃ν ἐν τω̨̃ πεδίω̨ ἔλαβον
29 καὶ πάντα τὰ σώματα αὐτω̃ν καὶ πα̃σαν τὴν ἀποσκευὴν αὐτω̃ν καὶ τὰς γυναι̃κας αὐτω̃ν ἠ̨χμαλώτευσαν καὶ διήρπασαν ὅσα τε ἠ̃ν ἐν τη̨̃ πόλει καὶ ὅσα ἠ̃ν ἐν ται̃ς οἰκίαις
30 εἰ̃πεν δὲ Ιακωβ Συμεων καὶ Λευι μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἰ̃ναι πα̃σιν τοι̃ς κατοικου̃σιν τὴν γη̃ν ἔν τε τοι̃ς Χαναναίοις καὶ τοι̃ς Φερεζαίοις ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμω̨̃ καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἰ̃κός μου
31 οἱ δὲ εἰ̃παν ἀλλ' ὡσεὶ πόρνη̨ χρήσωνται τη̨̃ ἀδελφη̨̃ ἡμω̃ν
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).