Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 35

εἰ̃πεν δὲ ὁ θεὸς πρὸς Ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθηλ καὶ οἴκει ἐκει̃ καὶ ποίησον ἐκει̃ θυσιαστήριον τω̨̃ θεω̨̃ τω̨̃ ὀφθέντι σοι ἐν τω̨̃ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ησαυ του̃ ἀδελφου̃ σου
εἰ̃πεν δὲ Ιακωβ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πα̃σιν τοι̃ς μετ' αὐτου̃ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ' ὑμω̃ν ἐκ μέσου ὑμω̃ν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμω̃ν
καὶ ἀναστάντες ἀναβω̃μεν εἰς Βαιθηλ καὶ ποιήσωμεν ἐκει̃ θυσιαστήριον τω̨̃ θεω̨̃ τω̨̃ ἐπακούσαντί μοι ἐν ἡμέρα̨ θλίψεως ὃς ἠ̃ν μετ' ἐμου̃ καὶ διέσωσέν με ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθην
καὶ ἔδωκαν τω̨̃ Ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἠ̃σαν ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ τὰ ἐνώτια τὰ ἐν τοι̃ς ὠσὶν αὐτω̃ν καὶ κατέκρυψεν αὐτὰ Ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν Σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τη̃ς σήμερον ἡμέρας
καὶ ἐξη̃ρεν Ισραηλ ἐκ Σικιμων καὶ ἐγένετο φόβος θεου̃ ἐπὶ τὰς πόλεις τὰς κύκλω̨ αὐτω̃ν καὶ οὐ κατεδίωξαν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ
ἠ̃λθεν δὲ Ιακωβ εἰς Λουζα ἥ ἐστιν ἐν γη̨̃ Χανααν ἥ ἐστιν Βαιθηλ αὐτὸς καὶ πα̃ς ὁ λαός ὃς ἠ̃ν μετ' αὐτου̃
καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου Βαιθηλ ἐκει̃ γὰρ ἐπεφάνη αὐτω̨̃ ὁ θεὸς ἐν τω̨̃ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ησαυ του̃ ἀδελφου̃ αὐτου̃
ἀπέθανεν δὲ Δεββωρα ἡ τροφὸς Ρεβεκκας κατώτερον Βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτη̃ς Βάλανος πένθους
ὤφθη δὲ ὁ θεὸς Ιακωβ ἔτι ἐν Λουζα ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τη̃ς Συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός
10 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ θεός τὸ ὄνομά σου Ιακωβ οὐ κληθήσεται ἔτι Ιακωβ ἀλλ' Ισραηλ ἔσται τὸ ὄνομά σου
11 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ θεός ἐγὼ ὁ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνω̃ν ἔσονται ἐκ σου̃ καὶ βασιλει̃ς ἐκ τη̃ς ὀσφύος σου ἐξελεύσονται
12 καὶ τὴν γη̃ν ἣν δέδωκα Αβρααμ καὶ Ισαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τω̨̃ σπέρματί σου μετὰ σὲ δώσω τὴν γη̃ν ταύτην
13 ἀνέβη δὲ ὁ θεὸς ἀπ' αὐτου̃ ἐκ του̃ τόπου οὑ̃ ἐλάλησεν μετ' αὐτου̃
14 καὶ ἔστησεν Ιακωβ στήλην ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐλάλησεν μετ' αὐτου̃ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον
15 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐν ὡ̨̃ ἐλάλησεν μετ' αὐτου̃ ἐκει̃ ὁ θεός Βαιθηλ
16 ἀπάρας δὲ Ιακωβ ἐκ Βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἐπέκεινα του̃ πύργου Γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν Χαβραθα εἰς γη̃ν ἐλθει̃ν Εφραθα ἔτεκεν Ραχηλ καὶ ἐδυστόκησεν ἐν τω̨̃ τοκετω̨̃
17 ἐγένετο δὲ ἐν τω̨̃ σκληρω̃ς αὐτὴν τίκτειν εἰ̃πεν αὐτη̨̃ ἡ μαι̃α θάρσει καὶ γὰρ οὑ̃τός σοί ἐστιν υἱός
18 ἐγένετο δὲ ἐν τω̨̃ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνη̨σκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν
19 ἀπέθανεν δὲ Ραχηλ καὶ ἐτάφη ἐν τη̨̃ ὁδω̨̃ Εφραθα αὕτη ἐστὶν Βηθλεεμ
20 καὶ ἔστησεν Ιακωβ στήλην ἐπὶ του̃ μνημείου αὐτη̃ς αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τη̃ς σήμερον ἡμέρας
21 ...
22 ἐγένετο δὲ ἡνίκα κατώ̨κησεν Ισραηλ ἐν τη̨̃ γη̨̃ ἐκείνη̨ ἐπορεύθη Ρουβην καὶ ἐκοιμήθη μετὰ Βαλλας τη̃ς παλλακη̃ς του̃ πατρὸς αὐτου̃ καὶ ἤκουσεν Ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτου̃ ἠ̃σαν δὲ οἱ υἱοὶ Ιακωβ δώδεκα
23 υἱοὶ Λειας πρωτότοκος Ιακωβ Ρουβην Συμεων Λευι Ιουδας Ισσαχαρ Ζαβουλων
24 υἱοὶ δὲ Ραχηλ Ιωσηφ καὶ Βενιαμιν
25 υἱοὶ δὲ Βαλλας παιδίσκης Ραχηλ Δαν καὶ Νεφθαλι
26 υἱοὶ δὲ Ζελφας παιδίσκης Λειας Γαδ καὶ Ασηρ οὑ̃τοι υἱοὶ Ιακωβ οἳ ἐγένοντο αὐτω̨̃ ἐν Μεσοποταμία̨ τη̃ς Συρίας
27 ἠ̃λθεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτου̃ εἰς Μαμβρη εἰς πόλιν του̃ πεδίου αὕτη ἐστὶν Χεβρων ἐν γη̨̃ Χανααν οὑ̃ παρώ̨κησεν Αβρααμ καὶ Ισαακ
28 ἐγένοντο δὲ αἱ ἡμέραι Ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα
29 καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτου̃ πρεσβύτερος καὶ πλήρης ἡμερω̃ν καὶ ἔθαψαν αὐτὸν Ησαυ καὶ Ιακωβ οἱ υἱοὶ αὐτου̃
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).