Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 36

αὑ̃ται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ
Ησαυ δὲ ἔλαβεν γυναι̃κας ἑαυτω̨̃ ἀπὸ τω̃ν θυγατέρων τω̃ν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων του̃ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα του̃ υἱου̃ Σεβεγων του̃ Ευαίου
καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ
ἔτεκεν δὲ Αδα τω̨̃ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ
καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε οὑ̃τοι υἱοὶ Ησαυ οἳ ἐγένοντο αὐτω̨̃ ἐν γη̨̃ Χανααν
ἔλαβεν δὲ Ησαυ τὰς γυναι̃κας αὐτου̃ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα του̃ οἴκου αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γη̨̃ Χανααν καὶ ἐπορεύθη ἐκ γη̃ς Χανααν ἀπὸ προσώπου Ιακωβ του̃ ἀδελφου̃ αὐτου̃
ἠ̃ν γὰρ αὐτω̃ν τὰ ὑπάρχοντα πολλὰ του̃ οἰκει̃ν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γη̃ τη̃ς παροικήσεως αὐτω̃ν φέρειν αὐτοὺς ἀπὸ του̃ πλήθους τω̃ν ὑπαρχόντων αὐτω̃ν
ὤ̨κησεν δὲ Ησαυ ἐν τω̨̃ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ
αὑ̃ται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τω̨̃ ὄρει Σηιρ
10 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ησαυ Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ
11 ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ
12 Θαμνα δὲ ἠ̃ν παλλακὴ Ελιφας του̃ υἱου̃ Ησαυ καὶ ἔτεκεν τω̨̃ Ελιφας τὸν Αμαληκ οὑ̃τοι υἱοὶ Αδας γυναικὸς Ησαυ
13 οὑ̃τοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὑ̃τοι ἠ̃σαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
14 οὑ̃τοι δὲ ἠ̃σαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα του̃ υἱου̃ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τω̨̃ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε
15 οὑ̃τοι ἡγεμόνες υἱοὶ Ησαυ υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ ἡγεμὼν Θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν Σωφαρ ἡγεμὼν Κενεζ
16 ἡγεμὼν Κορε ἡγεμὼν Γοθομ ἡγεμὼν Αμαληκ οὑ̃τοι ἡγεμόνες Ελιφας ἐν γη̨̃ Ιδουμαία̨ οὑ̃τοι υἱοὶ Αδας
17 καὶ οὑ̃τοι υἱοὶ Ραγουηλ υἱου̃ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὑ̃τοι ἡγεμόνες Ραγουηλ ἐν γη̨̃ Εδωμ οὑ̃τοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
18 οὑ̃τοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ ἡγεμὼν Ιεους ἡγεμὼν Ιεγλομ ἡγεμὼν Κορε οὑ̃τοι ἡγεμόνες Ελιβεμας
19 οὑ̃τοι υἱοὶ Ησαυ καὶ οὑ̃τοι ἡγεμόνες αὐτω̃ν οὑ̃τοί εἰσιν υἱοὶ Εδωμ
20 οὑ̃τοι δὲ υἱοὶ Σηιρ του̃ Χορραίου του̃ κατοικου̃ντος τὴν γη̃ν Λωταν Σωβαλ Σεβεγων Ανα
21 καὶ Δησων καὶ Ασαρ καὶ Ρισων οὑ̃τοι ἡγεμόνες του̃ Χορραίου του̃ υἱου̃ Σηιρ ἐν τη̨̃ γη̨̃ Εδωμ
22 ἐγένοντο δὲ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν ἀδελφὴ δὲ Λωταν Θαμνα
23 οὑ̃τοι δὲ υἱοὶ Σωβαλ Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ Σωφ καὶ Ωμαν
24 καὶ οὑ̃τοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὑ̃τός ἐστιν ὁ Ωνας ὃς εὑ̃ρεν τὸν Ιαμιν ἐν τη̨̃ ἐρήμω̨ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων του̃ πατρὸς αὐτου̃
25 οὑ̃τοι δὲ υἱοὶ Ανα Δησων καὶ Ελιβεμα θυγάτηρ Ανα
26 οὑ̃τοι δὲ υἱοὶ Δησων Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν
27 οὑ̃τοι δὲ υἱοὶ Ασαρ Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν
28 οὑ̃τοι δὲ υἱοὶ Ρισων Ως καὶ Αραμ
29 οὑ̃τοι ἡγεμόνες Χορρι ἡγεμὼν Λωταν ἡγεμὼν Σωβαλ ἡγεμὼν Σεβεγων ἡγεμὼν Ανα
30 ἡγεμὼν Δησων ἡγεμὼν Ασαρ ἡγεμὼν Ρισων οὑ̃τοι ἡγεμόνες Χορρι ἐν ται̃ς ἡγεμονίαις αὐτω̃ν ἐν γη̨̃ Εδωμ
31 καὶ οὑ̃τοι οἱ βασιλει̃ς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ του̃ βασιλευ̃σαι βασιλέα ἐν Ισραηλ
32 καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς του̃ Βεωρ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Δενναβα
33 ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας
34 ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ασομ ἐκ τη̃ς γη̃ς Θαιμανων
35 ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τω̨̃ πεδίω̨ Μωαβ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Γεθθαιμ
36 ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαμαλα ἐκ Μασεκκας
37 ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαουλ ἐκ Ροωβωθ τη̃ς παρὰ ποταμόν
38 ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Βαλαεννων υἱὸς Αχοβωρ
39 ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Φογωρ ὄνομα δὲ τη̨̃ γυναικὶ αὐτου̃ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱου̃ Μαιζοοβ
40 ταυ̃τα τὰ ὀνόματα τω̃ν ἡγεμόνων Ησαυ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ τόπον αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ
41 ἡγεμὼν Ελιβεμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων
42 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαζαρ
43 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὑ̃τοι ἡγεμόνες Εδωμ ἐν ται̃ς κατω̨κοδομημέναις ἐν τη̨̃ γη̨̃ τη̃ς κτήσεως αὐτω̃ν οὑ̃τος Ησαυ πατὴρ Εδωμ
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).