1 κατώ̨κει δὲ Ιακωβ ἐν τη̨̃ γη̨̃ οὑ̃ παρώ̨κησεν ὁ πατὴρ αὐτου̃ ἐν γη̨̃ Χανααν |
2 αὑ̃ται δὲ αἱ γενέσεις Ιακωβ Ιωσηφ δέκα ἑπτὰ ἐτω̃ν ἠ̃ν ποιμαίνων μετὰ τω̃ν ἀδελφω̃ν αὐτου̃ τὰ πρόβατα ὢν νέος μετὰ τω̃ν υἱω̃ν Βαλλας καὶ μετὰ τω̃ν υἱω̃ν Ζελφας τω̃ν γυναικω̃ν του̃ πατρὸς αὐτου̃ κατήνεγκεν δὲ Ιωσηφ ψόγον πονηρὸν πρὸς Ισραηλ τὸν πατέρα αὐτω̃ν |
3 Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ παρὰ πάντας τοὺς υἱοὺς αὐτου̃ ὅτι υἱὸς γήρους ἠ̃ν αὐτω̨̃ ἐποίησεν δὲ αὐτω̨̃ χιτω̃να ποικίλον |
4 ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτου̃ ὅτι αὐτὸν ὁ πατὴρ φιλει̃ ἐκ πάντων τω̃ν υἱω̃ν αὐτου̃ ἐμίσησαν αὐτὸν καὶ οὐκ ἐδύναντο λαλει̃ν αὐτω̨̃ οὐδὲν εἰρηνικόν |
5 ἐνυπνιασθεὶς δὲ Ιωσηφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ |
6 καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατε του̃ ἐνυπνίου τούτου οὑ̃ ἐνυπνιάσθην |
7 ὤ̨μην ἡμα̃ς δεσμεύειν δράγματα ἐν μέσω̨ τω̨̃ πεδίω̨ καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη περιστραφέντα δὲ τὰ δράγματα ὑμω̃ν προσεκύνησαν τὸ ἐμὸν δράγμα |
8 εἰ̃παν δὲ αὐτω̨̃ οἱ ἀδελφοί μὴ βασιλεύων βασιλεύσεις ἐφ' ἡμα̃ς ἢ κυριεύων κυριεύσεις ἡμω̃ν καὶ προσέθεντο ἔτι μισει̃ν αὐτὸν ἕνεκεν τω̃ν ἐνυπνίων αὐτου̃ καὶ ἕνεκεν τω̃ν ῥημάτων αὐτου̃ |
9 εἰ̃δεν δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτὸ τω̨̃ πατρὶ αὐτου̃ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ εἰ̃πεν ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με |
10 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ πατὴρ αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τί τὸ ἐνύπνιον του̃το ὃ ἐνυπνιάσθης ἀ̃ρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνη̃σαί σοι ἐπὶ τὴν γη̃ν |
11 ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτου̃ ὁ δὲ πατὴρ αὐτου̃ διετήρησεν τὸ ῥη̃μα |
12 ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτου̃ βόσκειν τὰ πρόβατα του̃ πατρὸς αὐτω̃ν εἰς Συχεμ |
13 καὶ εἰ̃πεν Ισραηλ πρὸς Ιωσηφ οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχεμ δευ̃ρο ἀποστείλω σε πρὸς αὐτούς εἰ̃πεν δὲ αὐτω̨̃ ἰδοὺ ἐγώ |
14 εἰ̃πεν δὲ αὐτω̨̃ Ισραηλ πορευθεὶς ἰδὲ εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα καὶ ἀνάγγειλόν μοι καὶ ἀπέστειλεν αὐτὸν ἐκ τη̃ς κοιλάδος τη̃ς Χεβρων καὶ ἠ̃λθεν εἰς Συχεμ |
15 καὶ εὑ̃ρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τω̨̃ πεδίω̨ ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων τί ζητει̃ς |
16 ὁ δὲ εἰ̃πεν τοὺς ἀδελφούς μου ζητω̃ ἀνάγγειλόν μοι που̃ βόσκουσιν |
17 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ἄνθρωπος ἀπήρκασιν ἐντευ̃θεν ἤκουσα γὰρ αὐτω̃ν λεγόντων πορευθω̃μεν εἰς Δωθαϊμ καὶ ἐπορεύθη Ιωσηφ κατόπισθεν τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ εὑ̃ρεν αὐτοὺς ἐν Δωθαϊμ |
18 προει̃δον δὲ αὐτὸν μακρόθεν πρὸ του̃ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο του̃ ἀποκτει̃ναι αὐτόν |
19 εἰ̃παν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκει̃νος ἔρχεται |
20 νυ̃ν οὐ̃ν δευ̃τε ἀποκτείνωμεν αὐτὸν καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τω̃ν λάκκων καὶ ἐρου̃μεν θηρίον πονηρὸν κατέφαγεν αὐτόν καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτου̃ |
21 ἀκούσας δὲ Ρουβην ἐξείλατο αὐτὸν ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ εἰ̃πεν οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν |
22 εἰ̃πεν δὲ αὐτοι̃ς Ρουβην μὴ ἐκχέητε αἱ̃μα ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον του̃τον τὸν ἐν τη̨̃ ἐρήμω̨ χει̃ρα δὲ μὴ ἐπενέγκητε αὐτω̨̃ ὅπως ἐξέληται αὐτὸν ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀποδω̨̃ αὐτὸν τω̨̃ πατρὶ αὐτου̃ |
23 ἐγένετο δὲ ἡνίκα ἠ̃λθεν Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἐξέδυσαν τὸν Ιωσηφ τὸν χιτω̃να τὸν ποικίλον τὸν περὶ αὐτὸν |
24 καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον ὁ δὲ λάκκος κενός ὕδωρ οὐκ εἰ̃χεν |
25 ἐκάθισαν δὲ φαγει̃ν ἄρτον καὶ ἀναβλέψαντες τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δον καὶ ἰδοὺ ὁδοιπόροι Ισμαηλι̃ται ἤρχοντο ἐκ Γαλααδ καὶ αἱ κάμηλοι αὐτω̃ν ἔγεμον θυμιαμάτων καὶ ῥητίνης καὶ στακτη̃ς ἐπορεύοντο δὲ καταγαγει̃ν εἰς Αἴγυπτον |
26 εἰ̃πεν δὲ Ιουδας πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ τί χρήσιμον ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμω̃ν καὶ κρύψωμεν τὸ αἱ̃μα αὐτου̃ |
27 δευ̃τε ἀποδώμεθα αὐτὸν τοι̃ς Ισμαηλίταις τούτοις αἱ δὲ χει̃ρες ἡμω̃ν μὴ ἔστωσαν ἐπ' αὐτόν ὅτι ἀδελφὸς ἡμω̃ν καὶ σὰρξ ἡμω̃ν ἐστιν ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτου̃ |
28 καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναι̃οι οἱ ἔμποροι καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν Ιωσηφ ἐκ του̃ λάκκου καὶ ἀπέδοντο τὸν Ιωσηφ τοι̃ς Ισμαηλίταις εἴκοσι χρυσω̃ν καὶ κατήγαγον τὸν Ιωσηφ εἰς Αἴγυπτον |
29 ἀνέστρεψεν δὲ Ρουβην ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρα̨̃ τὸν Ιωσηφ ἐν τω̨̃ λάκκω̨ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ |
30 καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ καὶ εἰ̃πεν τὸ παιδάριον οὐκ ἔστιν ἐγὼ δὲ που̃ πορεύομαι ἔτι |
31 λαβόντες δὲ τὸν χιτω̃να του̃ Ιωσηφ ἔσφαξαν ἔριφον αἰγω̃ν καὶ ἐμόλυναν τὸν χιτω̃να τω̨̃ αἵματι |
32 καὶ ἀπέστειλαν τὸν χιτω̃να τὸν ποικίλον καὶ εἰσήνεγκαν τω̨̃ πατρὶ αὐτω̃ν καὶ εἰ̃παν του̃τον εὕρομεν ἐπίγνωθι εἰ χιτὼν του̃ υἱου̃ σού ἐστιν ἢ οὔ |
33 καὶ ἐπέγνω αὐτὸν καὶ εἰ̃πεν χιτὼν του̃ υἱου̃ μού ἐστιν θηρίον πονηρὸν κατέφαγεν αὐτόν θηρίον ἥρπασεν τὸν Ιωσηφ |
34 διέρρηξεν δὲ Ιακωβ τὰ ἱμάτια αὐτου̃ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ἐπένθει τὸν υἱὸν αὐτου̃ ἡμέρας πολλάς |
35 συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτου̃ καὶ αἱ θυγατέρες καὶ ἠ̃λθον παρακαλέσαι αὐτόν καὶ οὐκ ἤθελεν παρακαλει̃σθαι λέγων ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθω̃ν εἰς ἅ̨δου καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτου̃ |
36 οἱ δὲ Μαδιηναι̃οι ἀπέδοντο τὸν Ιωσηφ εἰς Αἴγυπτον τω̨̃ Πετεφρη τω̨̃ σπάδοντι Φαραω ἀρχιμαγείρω̨ |