Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 38

ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ κατέβη Ιουδας ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Οδολλαμίτην ὡ̨̃ ὄνομα Ιρας
καὶ εἰ̃δεν ἐκει̃ Ιουδας θυγατέρα ἀνθρώπου Χαναναίου ἡ̨̃ ὄνομα Σαυα καὶ ἔλαβεν αὐτὴν καὶ εἰση̃λθεν πρὸς αὐτήν
καὶ συλλαβου̃σα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ηρ
καὶ συλλαβου̃σα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αυναν
καὶ προσθει̃σα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σηλωμ αὐτὴ δὲ ἠ̃ν ἐν Χασβι ἡνίκα ἔτεκεν αὐτούς
καὶ ἔλαβεν Ιουδας γυναι̃κα Ηρ τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἡ̨̃ ὄνομα Θαμαρ
ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός
εἰ̃πεν δὲ Ιουδας τω̨̃ Αυναν εἴσελθε πρὸς τὴν γυναι̃κα του̃ ἀδελφου̃ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τω̨̃ ἀδελφω̨̃ σου
γνοὺς δὲ Αυναν ὅτι οὐκ αὐτω̨̃ ἔσται τὸ σπέρμα ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ ἐξέχεεν ἐπὶ τὴν γη̃ν του̃ μὴ δου̃ναι σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃
10 πονηρὸν δὲ ἐφάνη ἐναντίον του̃ θεου̃ ὅτι ἐποίησεν του̃το καὶ ἐθανάτωσεν καὶ του̃τον
11 εἰ̃πεν δὲ Ιουδας Θαμαρ τη̨̃ νύμφη̨ αὐτου̃ κάθου χήρα ἐν τω̨̃ οἴκω̨ του̃ πατρός σου ἕως μέγας γένηται Σηλωμ ὁ υἱός μου εἰ̃πεν γάρ μήποτε ἀποθάνη̨ καὶ οὑ̃τος ὥσπερ οἱ ἀδελφοὶ αὐτου̃ ἀπελθου̃σα δὲ Θαμαρ ἐκάθητο ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτη̃ς
12 ἐπληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν Σαυα ἡ γυνὴ Ιουδα καὶ παρακληθεὶς Ιουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτου̃ αὐτὸς καὶ Ιρας ὁ ποιμὴν αὐτου̃ ὁ Οδολλαμίτης εἰς Θαμνα
13 καὶ ἀπηγγέλη Θαμαρ τη̨̃ νύμφη̨ αὐτου̃ λέγοντες ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνα κει̃ραι τὰ πρόβατα αὐτου̃
14 καὶ περιελομένη τὰ ἱμάτια τη̃ς χηρεύσεως ἀφ' ἑαυτη̃ς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ται̃ς πύλαις Αιναν ἥ ἐστιν ἐν παρόδω̨ Θαμνα εἰ̃δεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτω̨̃ γυναι̃κα
15 καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἰ̃ναι κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτη̃ς καὶ οὐκ ἐπέγνω αὐτήν
16 ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἰ̃πεν αὐτη̨̃ ἔασόν με εἰσελθει̃ν πρὸς σέ οὐ γὰρ ἔγνω ὅτι ἡ νύμφη αὐτου̃ ἐστιν ἡ δὲ εἰ̃πεν τί μοι δώσεις ἐὰν εἰσέλθη̨ς πρός με
17 ὁ δὲ εἰ̃πεν ἐγώ σοι ἀποστελω̃ ἔριφον αἰγω̃ν ἐκ τω̃ν προβάτων ἡ δὲ εἰ̃πεν ἐὰν δω̨̃ς ἀρραβω̃να ἕως του̃ ἀποστει̃λαί σε
18 ὁ δὲ εἰ̃πεν τίνα τὸν ἀρραβω̃νά σοι δώσω ἡ δὲ εἰ̃πεν τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τη̨̃ χειρί σου καὶ ἔδωκεν αὐτη̨̃ καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτου̃
19 καὶ ἀναστα̃σα ἀπη̃λθεν καὶ περιείλατο τὸ θέριστρον ἀφ' ἑαυτη̃ς καὶ ἐνεδύσατο τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς
20 ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριφον ἐξ αἰγω̃ν ἐν χειρὶ του̃ ποιμένος αὐτου̃ του̃ Οδολλαμίτου κομίσασθαι τὸν ἀρραβω̃να παρὰ τη̃ς γυναικός καὶ οὐχ εὑ̃ρεν αὐτήν
21 ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ του̃ τόπου που̃ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αιναν ἐπὶ τη̃ς ὁδου̃ καὶ εἰ̃παν οὐκ ἠ̃ν ἐνταυ̃θα πόρνη
22 καὶ ἀπεστράφη πρὸς Ιουδαν καὶ εἰ̃πεν οὐχ εὑ̃ρον καὶ οἱ ἄνθρωποι οἱ ἐκ του̃ τόπου λέγουσιν μὴ εἰ̃ναι ὡ̃δε πόρνην
23 εἰ̃πεν δὲ Ιουδας ἐχέτω αὐτά ἀλλὰ μήποτε καταγελασθω̃μεν ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον του̃τον σὺ δὲ οὐχ εὕρηκας
24 ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τω̨̃ Ιουδα λέγοντες ἐκπεπόρνευκεν Θαμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας εἰ̃πεν δὲ Ιουδας ἐξαγάγετε αὐτήν καὶ κατακαυθήτω
25 αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτη̃ς λέγουσα ἐκ του̃ ἀνθρώπου τίνος ταυ̃τά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω καὶ εἰ̃πεν ἐπίγνωθι τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη
26 ἐπέγνω δὲ Ιουδας καὶ εἰ̃πεν δεδικαίωται Θαμαρ ἢ ἐγώ οὑ̃ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τω̨̃ υἱω̨̃ μου καὶ οὐ προσέθετο ἔτι του̃ γνω̃ναι αὐτήν
27 ἐγένετο δὲ ἡνίκα ἔτικτεν καὶ τη̨̃δε ἠ̃ν δίδυμα ἐν τη̨̃ γαστρὶ αὐτη̃ς
28 ἐγένετο δὲ ἐν τω̨̃ τίκτειν αὐτὴν ὁ εἱ̃ς προεξήνεγκεν τὴν χει̃ρα λαβου̃σα δὲ ἡ μαι̃α ἔδησεν ἐπὶ τὴν χει̃ρα αὐτου̃ κόκκινον λέγουσα οὑ̃τος ἐξελεύσεται πρότερος
29 ὡς δὲ ἐπισυνήγαγεν τὴν χει̃ρα καὶ εὐθὺς ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ ἡ δὲ εἰ̃πεν τί διεκόπη διὰ σὲ φραγμός καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Φαρες
30 καὶ μετὰ του̃το ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ ἐφ' ὡ̨̃ ἠ̃ν ἐπὶ τη̨̃ χειρὶ αὐτου̃ τὸ κόκκινον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ζαρα
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).