Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 39

Ιωσηφ δὲ κατήχθη εἰς Αἴγυπτον καὶ ἐκτήσατο αὐτὸν Πετεφρης ὁ εὐνου̃χος Φαραω ἀρχιμάγειρος ἀνὴρ Αἰγύπτιος ἐκ χειρὸς Ισμαηλιτω̃ν οἳ κατήγαγον αὐτὸν ἐκει̃
καὶ ἠ̃ν κύριος μετὰ Ιωσηφ καὶ ἠ̃ν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τω̨̃ οἴκω̨ παρὰ τω̨̃ κυρίω̨ τω̨̃ Αἰγυπτίω̨
ἤ̨δει δὲ ὁ κύριος αὐτου̃ ὅτι κύριος μετ' αὐτου̃ καὶ ὅσα ἂν ποιη̨̃ κύριος εὐοδοι̃ ἐν ται̃ς χερσὶν αὐτου̃
καὶ εὑ̃ρεν Ιωσηφ χάριν ἐναντίον του̃ κυρίου αὐτου̃ εὐηρέστει δὲ αὐτω̨̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ του̃ οἴκου αὐτου̃ καὶ πάντα ὅσα ἠ̃ν αὐτω̨̃ ἔδωκεν διὰ χειρὸς Ιωσηφ
ἐγένετο δὲ μετὰ τὸ κατασταθη̃ναι αὐτὸν ἐπὶ του̃ οἴκου αὐτου̃ καὶ ἐπὶ πάντα ὅσα ἠ̃ν αὐτω̨̃ καὶ ηὐλόγησεν κύριος τὸν οἰ̃κον του̃ Αἰγυπτίου διὰ Ιωσηφ καὶ ἐγενήθη εὐλογία κυρίου ἐν πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτω̨̃ ἐν τω̨̃ οἴκω̨ καὶ ἐν τω̨̃ ἀγρω̨̃
καὶ ἐπέτρεψεν πάντα ὅσα ἠ̃ν αὐτω̨̃ εἰς χει̃ρας Ιωσηφ καὶ οὐκ ἤ̨δει τω̃ν καθ' ἑαυτὸν οὐδὲν πλὴν του̃ ἄρτου οὑ̃ ἤσθιεν αὐτός καὶ ἠ̃ν Ιωσηφ καλὸς τω̨̃ εἴδει καὶ ὡραι̃ος τη̨̃ ὄψει σφόδρα
καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταυ̃τα καὶ ἐπέβαλεν ἡ γυνὴ του̃ κυρίου αὐτου̃ τοὺς ὀφθαλμοὺς αὐτη̃ς ἐπὶ Ιωσηφ καὶ εἰ̃πεν κοιμήθητι μετ' ἐμου̃
ὁ δὲ οὐκ ἤθελεν εἰ̃πεν δὲ τη̨̃ γυναικὶ του̃ κυρίου αὐτου̃ εἰ ὁ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πάντα ὅσα ἐστὶν αὐτω̨̃ ἔδωκεν εἰς τὰς χει̃ράς μου
καὶ οὐχ ὑπερέχει ἐν τη̨̃ οἰκία̨ ταύτη̨ οὐθὲν ἐμου̃ οὐδὲ ὑπεξή̨ρηται ἀπ' ἐμου̃ οὐδὲν πλὴν σου̃ διὰ τὸ σὲ γυναι̃κα αὐτου̃ εἰ̃ναι καὶ πω̃ς ποιήσω τὸ ῥη̃μα τὸ πονηρὸν του̃το καὶ ἁμαρτήσομαι ἐναντίον του̃ θεου̃
10 ἡνίκα δὲ ἐλάλει τω̨̃ Ιωσηφ ἡμέραν ἐξ ἡμέρας καὶ οὐχ ὑπήκουσεν αὐτη̨̃ καθεύδειν μετ' αὐτη̃ς του̃ συγγενέσθαι αὐτη̨̃
11 ἐγένετο δὲ τοιαύτη τις ἡμέρα εἰση̃λθεν Ιωσηφ εἰς τὴν οἰκίαν ποιει̃ν τὰ ἔργα αὐτου̃ καὶ οὐθεὶς ἠ̃ν τω̃ν ἐν τη̨̃ οἰκία̨ ἔσω
12 καὶ ἐπεσπάσατο αὐτὸν τω̃ν ἱματίων λέγουσα κοιμήθητι μετ' ἐμου̃ καὶ καταλιπὼν τὰ ἱμάτια αὐτου̃ ἐν ται̃ς χερσὶν αὐτη̃ς ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω
13 καὶ ἐγένετο ὡς εἰ̃δεν ὅτι κατέλιπεν τὰ ἱμάτια αὐτου̃ ἐν ται̃ς χερσὶν αὐτη̃ς καὶ ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω
14 καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τη̨̃ οἰκία̨ καὶ εἰ̃πεν αὐτοι̃ς λέγουσα ἴδετε εἰσήγαγεν ἡμι̃ν παι̃δα Εβραι̃ον ἐμπαίζειν ἡμι̃ν εἰση̃λθεν πρός με λέγων κοιμήθητι μετ' ἐμου̃ καὶ ἐβόησα φωνη̨̃ μεγάλη̨
15 ἐν δὲ τω̨̃ ἀκου̃σαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα καταλιπὼν τὰ ἱμάτια αὐτου̃ παρ' ἐμοὶ ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω
16 καὶ καταλιμπάνει τὰ ἱμάτια παρ' ἑαυτη̨̃ ἕως ἠ̃λθεν ὁ κύριος εἰς τὸν οἰ̃κον αὐτου̃
17 καὶ ἐλάλησεν αὐτω̨̃ κατὰ τὰ ῥήματα ταυ̃τα λέγουσα εἰση̃λθεν πρός με ὁ παι̃ς ὁ Εβραι̃ος ὃν εἰσήγαγες πρὸς ἡμα̃ς ἐμπαι̃ξαί μοι καὶ εἰ̃πέν μοι κοιμηθήσομαι μετὰ σου̃
18 ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα κατέλιπεν τὰ ἱμάτια αὐτου̃ παρ' ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξη̃λθεν ἔξω
19 ἐγένετο δὲ ὡς ἤκουσεν ὁ κύριος αὐτου̃ τὰ ῥήματα τη̃ς γυναικὸς αὐτου̃ ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα οὕτως ἐποίησέν μοι ὁ παι̃ς σου καὶ ἐθυμώθη ὀργη̨̃
20 καὶ λαβὼν ὁ κύριος Ιωσηφ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα εἰς τὸν τόπον ἐν ὡ̨̃ οἱ δεσμω̃ται του̃ βασιλέως κατέχονται ἐκει̃ ἐν τω̨̃ ὀχυρώματι
21 καὶ ἠ̃ν κύριος μετὰ Ιωσηφ καὶ κατέχεεν αὐτου̃ ἔλεος καὶ ἔδωκεν αὐτω̨̃ χάριν ἐναντίον του̃ ἀρχιδεσμοφύλακος
22 καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ιωσηφ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τω̨̃ δεσμωτηρίω̨ καὶ πάντα ὅσα ποιου̃σιν ἐκει̃
23 οὐκ ἠ̃ν ὁ ἀρχιδεσμοφύλαξ του̃ δεσμωτηρίου γινώσκων δι' αὐτὸν οὐθέν πάντα γὰρ ἠ̃ν διὰ χειρὸς Ιωσηφ διὰ τὸ τὸν κύριον μετ' αὐτου̃ εἰ̃ναι καὶ ὅσα αὐτὸς ἐποίει κύριος εὐώδου ἐν ται̃ς χερσὶν αὐτου̃
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).