Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 40

ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταυ̃τα ἥμαρτεν ὁ ἀρχιοινοχόος του̃ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τω̨̃ κυρίω̨ αὐτω̃ν βασιλει̃ Αἰγύπτου
καὶ ὠργίσθη Φαραω ἐπὶ τοι̃ς δυσὶν εὐνούχοις αὐτου̃ ἐπὶ τω̨̃ ἀρχιοινοχόω̨ καὶ ἐπὶ τω̨̃ ἀρχισιτοποιω̨̃
καὶ ἔθετο αὐτοὺς ἐν φυλακη̨̃ παρὰ τω̨̃ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον οὑ̃ Ιωσηφ ἀπη̃κτο ἐκει̃
καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τω̨̃ Ιωσηφ αὐτούς καὶ παρέστη αὐτοι̃ς ἠ̃σαν δὲ ἡμέρας ἐν τη̨̃ φυλακη̨̃
καὶ εἰ̃δον ἀμφότεροι ἐνύπνιον ἑκάτερος ἐνύπνιον ἐν μια̨̃ νυκτὶ ὅρασις του̃ ἐνυπνίου αὐτου̃ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός οἳ ἠ̃σαν τω̨̃ βασιλει̃ Αἰγύπτου οἱ ὄντες ἐν τω̨̃ δεσμωτηρίω̨
εἰση̃λθεν δὲ πρὸς αὐτοὺς Ιωσηφ τὸ πρωὶ καὶ εἰ̃δεν αὐτούς καὶ ἠ̃σαν τεταραγμένοι
καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω οἳ ἠ̃σαν μετ' αὐτου̃ ἐν τη̨̃ φυλακη̨̃ παρὰ τω̨̃ κυρίω̨ αὐτου̃ λέγων τί ὅτι τὰ πρόσωπα ὑμω̃ν σκυθρωπὰ σήμερον
οἱ δὲ εἰ̃παν αὐτω̨̃ ἐνύπνιον εἴδομεν καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ οὐχὶ διὰ του̃ θεου̃ ἡ διασάφησις αὐτω̃ν ἐστιν διηγήσασθε οὐ̃ν μοι
καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτου̃ τω̨̃ Ιωσηφ καὶ εἰ̃πεν ἐν τω̨̃ ὕπνω̨ μου ἠ̃ν ἄμπελος ἐναντίον μου
10 ἐν δὲ τη̨̃ ἀμπέλω̨ τρει̃ς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυι̃α βλαστούς πέπειροι οἱ βότρυες σταφυλη̃ς
11 καὶ τὸ ποτήριον Φαραω ἐν τη̨̃ χειρί μου καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χει̃ρας Φαραω
12 καὶ εἰ̃πεν αὐτω̨̃ Ιωσηφ του̃το ἡ σύγκρισις αὐτου̃ οἱ τρει̃ς πυθμένες τρει̃ς ἡμέραι εἰσίν
13 ἔτι τρει̃ς ἡμέραι καὶ μνησθήσεται Φαραω τη̃ς ἀρχη̃ς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου καὶ δώσεις τὸ ποτήριον Φαραω εἰς τὴν χει̃ρα αὐτου̃ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν ὡς ἠ̃σθα οἰνοχοω̃ν
14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτου̃ ὅταν εὐ̃ σοι γένηται καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήση̨ περὶ ἐμου̃ Φαραω καὶ ἐξάξεις με ἐκ του̃ ὀχυρώματος τούτου
15 ὅτι κλοπη̨̃ ἐκλάπην ἐκ γη̃ς Εβραίων καὶ ὡ̃δε οὐκ ἐποίησα οὐδέν ἀλλ' ἐνέβαλόν με εἰς τὸν λάκκον του̃τον
16 καὶ εἰ̃δεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθω̃ς συνέκρινεν καὶ εἰ̃πεν τω̨̃ Ιωσηφ κἀγὼ εἰ̃δον ἐνύπνιον καὶ ὤ̨μην τρία κανα̃ χονδριτω̃ν αἴρειν ἐπὶ τη̃ς κεφαλη̃ς μου
17 ἐν δὲ τω̨̃ κανω̨̃ τω̨̃ ἐπάνω ἀπὸ πάντων τω̃ν γενω̃ν ὡ̃ν ὁ βασιλεὺς Φαραω ἐσθίει ἔργον σιτοποιου̃ καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατήσθιεν αὐτὰ ἀπὸ του̃ κανου̃ του̃ ἐπάνω τη̃ς κεφαλη̃ς μου
18 ἀποκριθεὶς δὲ Ιωσηφ εἰ̃πεν αὐτω̨̃ αὕτη ἡ σύγκρισις αὐτου̃ τὰ τρία κανα̃ τρει̃ς ἡμέραι εἰσίν
19 ἔτι τριω̃ν ἡμερω̃ν ἀφελει̃ Φαραω τὴν κεφαλήν σου ἀπὸ σου̃ καὶ κρεμάσει σε ἐπὶ ξύλου καὶ φάγεται τὰ ὄρνεα του̃ οὐρανου̃ τὰς σάρκας σου ἀπὸ σου̃
20 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἡμέρα γενέσεως ἠ̃ν Φαραω καὶ ἐποίει πότον πα̃σι τοι̃ς παισὶν αὐτου̃ καὶ ἐμνήσθη τη̃ς ἀρχη̃ς του̃ ἀρχιοινοχόου καὶ τη̃ς ἀρχη̃ς του̃ ἀρχισιτοποιου̃ ἐν μέσω̨ τω̃ν παίδων αὐτου̃
21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτου̃ καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χει̃ρα Φαραω
22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν καθὰ συνέκρινεν αὐτοι̃ς Ιωσηφ
23 οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος του̃ Ιωσηφ ἀλλὰ ἐπελάθετο αὐτου̃
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).