1 ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερω̃ν Φαραω εἰ̃δεν ἐνύπνιον ὤ̨ετο ἑστάναι ἐπὶ του̃ ποταμου̃ |
2 καὶ ἰδοὺ ὥσπερ ἐκ του̃ ποταμου̃ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τω̨̃ εἴδει καὶ ἐκλεκταὶ ται̃ς σαρξὶν καὶ ἐβόσκοντο ἐν τω̨̃ ἄχει |
3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ του̃ ποταμου̃ αἰσχραὶ τω̨̃ εἴδει καὶ λεπταὶ ται̃ς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χει̃λος του̃ ποταμου̃ |
4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ται̃ς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τω̨̃ εἴδει καὶ τὰς ἐκλεκτάς ἠγέρθη δὲ Φαραω |
5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί |
6 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ' αὐτούς |
7 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις ἠγέρθη δὲ Φαραω καὶ ἠ̃ν ἐνύπνιον |
8 ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτου̃ καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτη̃ς καὶ διηγήσατο αὐτοι̃ς Φαραω τὸ ἐνύπνιον καὶ οὐκ ἠ̃ν ὁ ἀπαγγέλλων αὐτὸ τω̨̃ Φαραω |
9 καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραω λέγων τὴν ἁμαρτίαν μου ἀναμιμνή̨σκω σήμερον |
10 Φαραω ὠργίσθη τοι̃ς παισὶν αὐτου̃ καὶ ἔθετο ἡμα̃ς ἐν φυλακη̨̃ ἐν τω̨̃ οἴκω̨ του̃ ἀρχιμαγείρου ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν |
11 καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μια̨̃ ἐγώ τε καὶ αὐτός ἕκαστος κατὰ τὸ αὑτου̃ ἐνύπνιον εἴδομεν |
12 ἠ̃ν δὲ ἐκει̃ μεθ' ἡμω̃ν νεανίσκος παι̃ς Εβραι̃ος του̃ ἀρχιμαγείρου καὶ διηγησάμεθα αὐτω̨̃ καὶ συνέκρινεν ἡμι̃ν |
13 ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμι̃ν οὕτως καὶ συνέβη ἐμέ τε ἀποκατασταθη̃ναι ἐπὶ τὴν ἀρχήν μου ἐκει̃νον δὲ κρεμασθη̃ναι |
14 ἀποστείλας δὲ Φαραω ἐκάλεσεν τὸν Ιωσηφ καὶ ἐξήγαγον αὐτὸν ἐκ του̃ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτου̃ καὶ ἠ̃λθεν πρὸς Φαραω |
15 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἐνύπνιον ἑώρακα καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό ἐγὼ δὲ ἀκήκοα περὶ σου̃ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρι̃ναι αὐτά |
16 ἀποκριθεὶς δὲ Ιωσηφ τω̨̃ Φαραω εἰ̃πεν ἄνευ του̃ θεου̃ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραω |
17 ἐλάλησεν δὲ Φαραω τω̨̃ Ιωσηφ λέγων ἐν τω̨̃ ὕπνω̨ μου ὤ̨μην ἑστάναι παρὰ τὸ χει̃λος του̃ ποταμου̃ |
18 καὶ ὥσπερ ἐκ του̃ ποταμου̃ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τω̨̃ εἴδει καὶ ἐκλεκταὶ ται̃ς σαρξὶν καὶ ἐνέμοντο ἐν τω̨̃ ἄχει |
19 καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτω̃ν ἐκ του̃ ποταμου̃ πονηραὶ καὶ αἰσχραὶ τω̨̃ εἴδει καὶ λεπταὶ ται̃ς σαρξίν οἵας οὐκ εἰ̃δον τοιαύτας ἐν ὅλη̨ γη̨̃ Αἰγύπτω̨ αἰσχροτέρας |
20 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς |
21 καὶ εἰση̃λθον εἰς τὰς κοιλίας αὐτω̃ν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰση̃λθον εἰς τὰς κοιλίας αὐτω̃ν καὶ αἱ ὄψεις αὐτω̃ν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν ἐξεγερθεὶς δὲ ἐκοιμήθην |
22 καὶ εἰ̃δον πάλιν ἐν τω̨̃ ὕπνω̨ μου καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί |
23 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτω̃ν |
24 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις εἰ̃πα οὐ̃ν τοι̃ς ἐξηγηται̃ς καὶ οὐκ ἠ̃ν ὁ ἀπαγγέλλων μοι |
25 καὶ εἰ̃πεν Ιωσηφ τω̨̃ Φαραω τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν ὅσα ὁ θεὸς ποιει̃ ἔδειξεν τω̨̃ Φαραω |
26 αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν |
27 καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτω̃ν ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμου̃ |
28 τὸ δὲ ῥη̃μα ὃ εἴρηκα Φαραω ὅσα ὁ θεὸς ποιει̃ ἔδειξεν τω̨̃ Φαραω |
29 ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάση̨ γη̨̃ Αἰγύπτω̨ |
30 ἥξει δὲ ἑπτὰ ἔτη λιμου̃ μετὰ ταυ̃τα καὶ ἐπιλήσονται τη̃ς πλησμονη̃ς ἐν ὅλη̨ γη̨̃ Αἰγύπτω̨ καὶ ἀναλώσει ὁ λιμὸς τὴν γη̃ν |
31 καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τη̃ς γη̃ς ἀπὸ του̃ λιμου̃ του̃ ἐσομένου μετὰ ταυ̃τα ἰσχυρὸς γὰρ ἔσται σφόδρα |
32 περὶ δὲ του̃ δευτερω̃σαι τὸ ἐνύπνιον Φαραω δίς ὅτι ἀληθὲς ἔσται τὸ ῥη̃μα τὸ παρὰ του̃ θεου̃ καὶ ταχυνει̃ ὁ θεὸς του̃ ποιη̃σαι αὐτό |
33 νυ̃ν οὐ̃ν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γη̃ς Αἰγύπτου |
34 καὶ ποιησάτω Φαραω καὶ καταστησάτω τοπάρχας ἐπὶ τη̃ς γη̃ς καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γενήματα τη̃ς γη̃ς Αἰγύπτου τω̃ν ἑπτὰ ἐτω̃ν τη̃ς εὐθηνίας |
35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τω̃ν ἑπτὰ ἐτω̃ν τω̃ν ἐρχομένων τω̃ν καλω̃ν τούτων καὶ συναχθήτω ὁ σι̃τος ὑπὸ χει̃ρα Φαραω βρώματα ἐν ται̃ς πόλεσιν φυλαχθήτω |
36 καὶ ἔσται τὰ βρώματα πεφυλαγμένα τη̨̃ γη̨̃ εἰς τὰ ἑπτὰ ἔτη του̃ λιμου̃ ἃ ἔσονται ἐν γη̨̃ Αἰγύπτω̨ καὶ οὐκ ἐκτριβήσεται ἡ γη̃ ἐν τω̨̃ λιμω̨̃ |
37 ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τω̃ν παίδων αὐτου̃ |
38 καὶ εἰ̃πεν Φαραω πα̃σιν τοι̃ς παισὶν αὐτου̃ μὴ εὑρήσομεν ἄνθρωπον τοιου̃τον ὃς ἔχει πνευ̃μα θεου̃ ἐν αὐτω̨̃ |
39 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἐπειδὴ ἔδειξεν ὁ θεός σοι πάντα ταυ̃τα οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου |
40 σὺ ἔση̨ ἐπὶ τω̨̃ οἴκω̨ μου καὶ ἐπὶ τω̨̃ στόματί σου ὑπακούσεται πα̃ς ὁ λαός μου πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ |
41 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γη̃ς Αἰγύπτου |
42 καὶ περιελόμενος Φαραω τὸν δακτύλιον ἀπὸ τη̃ς χειρὸς αὐτου̃ περιέθηκεν αὐτὸν ἐπὶ τὴν χει̃ρα Ιωσηφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκεν κλοιὸν χρυσου̃ν περὶ τὸν τράχηλον αὐτου̃ |
43 καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τω̃ν αὐτου̃ καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτου̃ κη̃ρυξ καὶ κατέστησεν αὐτὸν ἐφ' ὅλης γη̃ς Αἰγύπτου |
44 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσηφ ἐγὼ Φαραω ἄνευ σου̃ οὐκ ἐξαρει̃ οὐθεὶς τὴν χει̃ρα αὐτου̃ ἐπὶ πάση̨ γη̨̃ Αἰγύπτου |
45 καὶ ἐκάλεσεν Φαραω τὸ ὄνομα Ιωσηφ Ψονθομφανηχ καὶ ἔδωκεν αὐτω̨̃ τὴν Ασεννεθ θυγατέρα Πετεφρη ἱερέως 'Ηλίου πόλεως αὐτω̨̃ γυναι̃κα |
46 Ιωσηφ δὲ ἠ̃ν ἐτω̃ν τριάκοντα ὅτε ἔστη ἐναντίον Φαραω βασιλέως Αἰγύπτου ἐξη̃λθεν δὲ Ιωσηφ ἐκ προσώπου Φαραω καὶ διη̃λθεν πα̃σαν γη̃ν Αἰγύπτου |
47 καὶ ἐποίησεν ἡ γη̃ ἐν τοι̃ς ἑπτὰ ἔτεσιν τη̃ς εὐθηνίας δράγματα |
48 καὶ συνήγαγεν πάντα τὰ βρώματα τω̃ν ἑπτὰ ἐτω̃ν ἐν οἱ̃ς ἠ̃ν ἡ εὐθηνία ἐν γη̨̃ Αἰγύπτου καὶ ἔθηκεν τὰ βρώματα ἐν ται̃ς πόλεσιν βρώματα τω̃ν πεδίων τη̃ς πόλεως τω̃ν κύκλω̨ αὐτη̃ς ἔθηκεν ἐν αὐτη̨̃ |
49 καὶ συνήγαγεν Ιωσηφ σι̃τον ὡσεὶ τὴν ἄμμον τη̃ς θαλάσσης πολὺν σφόδρα ἕως οὐκ ἠδύναντο ἀριθμη̃σαι οὐ γὰρ ἠ̃ν ἀριθμός |
50 τω̨̃ δὲ Ιωσηφ ἐγένοντο υἱοὶ δύο πρὸ του̃ ἐλθει̃ν τὰ ἑπτὰ ἔτη του̃ λιμου̃ οὓς ἔτεκεν αὐτω̨̃ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως 'Ηλίου πόλεως |
51 ἐκάλεσεν δὲ Ιωσηφ τὸ ὄνομα του̃ πρωτοτόκου Μανασση ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ θεὸς πάντων τω̃ν πόνων μου καὶ πάντων τω̃ν του̃ πατρός μου |
52 τὸ δὲ ὄνομα του̃ δευτέρου ἐκάλεσεν Εφραιμ ὅτι ηὔξησέν με ὁ θεὸς ἐν γη̨̃ ταπεινώσεώς μου |
53 παρη̃λθον δὲ τὰ ἑπτὰ ἔτη τη̃ς εὐθηνίας ἃ ἐγένοντο ἐν γη̨̃ Αἰγύπτω̨ |
54 καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη του̃ λιμου̃ ἔρχεσθαι καθὰ εἰ̃πεν Ιωσηφ καὶ ἐγένετο λιμὸς ἐν πάση̨ τη̨̃ γη̨̃ ἐν δὲ πάση̨ γη̨̃ Αἰγύπτου ἠ̃σαν ἄρτοι |
55 καὶ ἐπείνασεν πα̃σα ἡ γη̃ Αἰγύπτου ἐκέκραξεν δὲ ὁ λαὸς πρὸς Φαραω περὶ ἄρτων εἰ̃πεν δὲ Φαραω πα̃σι τοι̃ς Αἰγυπτίοις πορεύεσθε πρὸς Ιωσηφ καὶ ὃ ἐὰν εἴπη̨ ὑμι̃ν ποιήσατε |
56 καὶ ὁ λιμὸς ἠ̃ν ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ἀνέω̨ξεν δὲ Ιωσηφ πάντας τοὺς σιτοβολω̃νας καὶ ἐπώλει πα̃σι τοι̃ς Αἰγυπτίοις |
57 καὶ πα̃σαι αἱ χω̃ραι ἠ̃λθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ιωσηφ ἐπεκράτησεν γὰρ ὁ λιμὸς ἐν πάση̨ τη̨̃ γη̨̃ |