Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 42

ἰδὼν δὲ Ιακωβ ὅτι ἔστιν πρα̃σις ἐν Αἰγύπτω̨ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἵνα τί ῥα̨θυμει̃τε
ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σι̃τος ἐν Αἰγύπτω̨ κατάβητε ἐκει̃ καὶ πρίασθε ἡμι̃ν μικρὰ βρώματα ἵνα ζω̃μεν καὶ μὴ ἀποθάνωμεν
κατέβησαν δὲ οἱ ἀδελφοὶ Ιωσηφ οἱ δέκα πρίασθαι σι̃τον ἐξ Αἰγύπτου
τὸν δὲ Βενιαμιν τὸν ἀδελφὸν Ιωσηφ οὐκ ἀπέστειλεν μετὰ τω̃ν ἀδελφω̃ν αὐτου̃ εἰ̃πεν γάρ μήποτε συμβη̨̃ αὐτω̨̃ μαλακία
ἠ̃λθον δὲ οἱ υἱοὶ Ισραηλ ἀγοράζειν μετὰ τω̃ν ἐρχομένων ἠ̃ν γὰρ ὁ λιμὸς ἐν γη̨̃ Χανααν
Ιωσηφ δὲ ἠ̃ν ἄρχων τη̃ς γη̃ς οὑ̃τος ἐπώλει παντὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ προσεκύνησαν αὐτω̨̃ ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν
ἰδὼν δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτου̃ ἐπέγνω καὶ ἠλλοτριου̃το ἀπ' αὐτω̃ν καὶ ἐλάλησεν αὐτοι̃ς σκληρὰ καὶ εἰ̃πεν αὐτοι̃ς πόθεν ἥκατε οἱ δὲ εἰ̃παν ἐκ γη̃ς Χανααν ἀγοράσαι βρώματα
ἐπέγνω δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτου̃ αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν
καὶ ἐμνήσθη Ιωσηφ τω̃ν ἐνυπνίων ὡ̃ν εἰ̃δεν αὐτός καὶ εἰ̃πεν αὐτοι̃ς κατάσκοποί ἐστε κατανοη̃σαι τὰ ἴχνη τη̃ς χώρας ἥκατε
10 οἱ δὲ εἰ̃παν οὐχί κύριε οἱ παι̃δές σου ἤλθομεν πρίασθαι βρώματα
11 πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου εἰρηνικοί ἐσμεν οὐκ εἰσὶν οἱ παι̃δές σου κατάσκοποι
12 εἰ̃πεν δὲ αὐτοι̃ς οὐχί ἀλλὰ τὰ ἴχνη τη̃ς γη̃ς ἤλθατε ἰδει̃ν
13 οἱ δὲ εἰ̃παν δώδεκά ἐσμεν οἱ παι̃δές σου ἀδελφοὶ ἐν γη̨̃ Χανααν καὶ ἰδοὺ ὁ νεώτερος μετὰ του̃ πατρὸς ἡμω̃ν σήμερον ὁ δὲ ἕτερος οὐχ ὑπάρχει
14 εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ του̃τό ἐστιν ὃ εἴρηκα ὑμι̃ν λέγων ὅτι κατάσκοποί ἐστε
15 ἐν τούτω̨ φανει̃σθε νὴ τὴν ὑγίειαν Φαραω οὐ μὴ ἐξέλθητε ἐντευ̃θεν ἐὰν μὴ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος ἔλθη̨ ὡ̃δε
16 ἀποστείλατε ἐξ ὑμω̃ν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμω̃ν ὑμει̃ς δὲ ἀπάχθητε ἕως του̃ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμω̃ν εἰ ἀληθεύετε ἢ οὔ εἰ δὲ μή νὴ τὴν ὑγίειαν Φαραω ἠ̃ μὴν κατάσκοποί ἐστε
17 καὶ ἔθετο αὐτοὺς ἐν φυλακη̨̃ ἡμέρας τρει̃ς
18 εἰ̃πεν δὲ αὐτοι̃ς τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ του̃το ποιήσατε καὶ ζήσεσθε τὸν θεὸν γὰρ ἐγὼ φοβου̃μαι
19 εἰ εἰρηνικοί ἐστε ἀδελφὸς ὑμω̃ν εἱ̃ς κατασχεθήτω ἐν τη̨̃ φυλακη̨̃ αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τη̃ς σιτοδοσίας ὑμω̃ν
20 καὶ τὸν ἀδελφὸν ὑμω̃ν τὸν νεώτερον ἀγάγετε πρός με καὶ πιστευθήσονται τὰ ῥήματα ὑμω̃ν εἰ δὲ μή ἀποθανει̃σθε ἐποίησαν δὲ οὕτως
21 καὶ εἰ̃πεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ ναί ἐν ἁμαρτία̨ γάρ ἐσμεν περὶ του̃ ἀδελφου̃ ἡμω̃ν ὅτι ὑπερείδομεν τὴν θλι̃ψιν τη̃ς ψυχη̃ς αὐτου̃ ὅτε κατεδέετο ἡμω̃ν καὶ οὐκ εἰσηκούσαμεν αὐτου̃ ἕνεκεν τούτου ἐπη̃λθεν ἐφ' ἡμα̃ς ἡ θλι̃ψις αὕτη
22 ἀποκριθεὶς δὲ Ρουβην εἰ̃πεν αὐτοι̃ς οὐκ ἐλάλησα ὑμι̃ν λέγων μὴ ἀδικήσητε τὸ παιδάριον καὶ οὐκ εἰσηκούσατέ μου καὶ ἰδοὺ τὸ αἱ̃μα αὐτου̃ ἐκζητει̃ται
23 αὐτοὶ δὲ οὐκ ἤ̨δεισαν ὅτι ἀκούει Ιωσηφ ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτω̃ν ἠ̃ν
24 ἀποστραφεὶς δὲ ἀπ' αὐτω̃ν ἔκλαυσεν Ιωσηφ καὶ πάλιν προση̃λθεν πρὸς αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς καὶ ἔλαβεν τὸν Συμεων ἀπ' αὐτω̃ν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτω̃ν
25 ἐνετείλατο δὲ Ιωσηφ ἐμπλη̃σαι τὰ ἀγγει̃α αὐτω̃ν σίτου καὶ ἀποδου̃ναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτου̃ καὶ δου̃ναι αὐτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοι̃ς οὕτως
26 καὶ ἐπιθέντες τὸν σι̃τον ἐπὶ τοὺς ὄνους αὐτω̃ν ἀπη̃λθον ἐκει̃θεν
27 λύσας δὲ εἱ̃ς τὸν μάρσιππον αὐτου̃ δου̃ναι χορτάσματα τοι̃ς ὄνοις αὐτου̃ οὑ̃ κατέλυσαν εἰ̃δεν τὸν δεσμὸν του̃ ἀργυρίου αὐτου̃ καὶ ἠ̃ν ἐπάνω του̃ στόματος του̃ μαρσίππου
28 καὶ εἰ̃πεν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ ἀπεδόθη μοι τὸ ἀργύριον καὶ ἰδοὺ του̃το ἐν τω̨̃ μαρσίππω̨ μου καὶ ἐξέστη ἡ καρδία αὐτω̃ν καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες τί του̃το ἐποίησεν ὁ θεὸς ἡμι̃ν
29 ἠ̃λθον δὲ πρὸς Ιακωβ τὸν πατέρα αὐτω̃ν εἰς γη̃ν Χανααν καὶ ἀπήγγειλαν αὐτω̨̃ πάντα τὰ συμβάντα αὐτοι̃ς λέγοντες
30 λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τη̃ς γη̃ς πρὸς ἡμα̃ς σκληρὰ καὶ ἔθετο ἡμα̃ς ἐν φυλακη̨̃ ὡς κατασκοπεύοντας τὴν γη̃ν
31 εἴπαμεν δὲ αὐτω̨̃ εἰρηνικοί ἐσμεν οὔκ ἐσμεν κατάσκοποι
32 δώδεκα ἀδελφοί ἐσμεν υἱοὶ του̃ πατρὸς ἡμω̃ν ὁ εἱ̃ς οὐχ ὑπάρχει ὁ δὲ μικρότερος μετὰ του̃ πατρὸς ἡμω̃ν σήμερον ἐν γη̨̃ Χανααν
33 εἰ̃πεν δὲ ἡμι̃ν ὁ ἄνθρωπος ὁ κύριος τη̃ς γη̃ς ἐν τούτω̨ γνώσομαι ὅτι εἰρηνικοί ἐστε ἀδελφὸν ἕνα ἄφετε ὡ̃δε μετ' ἐμου̃ τὸν δὲ ἀγορασμὸν τη̃ς σιτοδοσίας του̃ οἴκου ὑμω̃ν λαβόντες ἀπέλθατε
34 καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμω̃ν τὸν νεώτερον καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε ἀλλ' ὅτι εἰρηνικοί ἐστε καὶ τὸν ἀδελφὸν ὑμω̃ν ἀποδώσω ὑμι̃ν καὶ τη̨̃ γη̨̃ ἐμπορεύεσθε
35 ἐγένετο δὲ ἐν τω̨̃ κατακενου̃ν αὐτοὺς τοὺς σάκκους αὐτω̃ν καὶ ἠ̃ν ἑκάστου ὁ δεσμὸς του̃ ἀργυρίου ἐν τω̨̃ σάκκω̨ αὐτω̃ν καὶ εἰ̃δον τοὺς δεσμοὺς του̃ ἀργυρίου αὐτω̃ν αὐτοὶ καὶ ὁ πατὴρ αὐτω̃ν καὶ ἐφοβήθησαν
36 εἰ̃πεν δὲ αὐτοι̃ς Ιακωβ ὁ πατὴρ αὐτω̃ν ἐμὲ ἠτεκνώσατε Ιωσηφ οὐκ ἔστιν Συμεων οὐκ ἔστιν καὶ τὸν Βενιαμιν λήμψεσθε ἐπ' ἐμὲ ἐγένετο πάντα ταυ̃τα
37 εἰ̃πεν δὲ Ρουβην τω̨̃ πατρὶ αὐτου̃ λέγων τοὺς δύο υἱούς μου ἀπόκτεινον ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χει̃ρά μου κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ
38 ὁ δὲ εἰ̃πεν οὐ καταβήσεται ὁ υἱός μου μεθ' ὑμω̃ν ὅτι ὁ ἀδελφὸς αὐτου̃ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται καὶ συμβήσεται αὐτὸν μαλακισθη̃ναι ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἂν πορεύησθε καὶ κατάξετέ μου τὸ γη̃ρας μετὰ λύπης εἰς ἅ̨δου
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).