Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 43

ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τη̃ς γη̃ς
ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγει̃ν τὸν σι̃τον ὃν ἤνεγκαν ἐξ Αἰγύπτου καὶ εἰ̃πεν αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν πάλιν πορευθέντες πρίασθε ἡμι̃ν μικρὰ βρώματα
εἰ̃πεν δὲ αὐτω̨̃ Ιουδας λέγων διαμαρτυρία̨ διαμεμαρτύρηται ἡμι̃ν ὁ ἄνθρωπος λέγων οὐκ ὄψεσθε τὸ πρόσωπόν μου ἐὰν μὴ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος μεθ' ὑμω̃ν ἠ̨̃
εἰ μὲν οὐ̃ν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμω̃ν μεθ' ἡμω̃ν καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα
εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμω̃ν μεθ' ἡμω̃ν οὐ πορευσόμεθα ὁ γὰρ ἄνθρωπος εἰ̃πεν ἡμι̃ν λέγων οὐκ ὄψεσθέ μου τὸ πρόσωπον ἐὰν μὴ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος μεθ' ὑμω̃ν ἠ̨̃
εἰ̃πεν δὲ Ισραηλ τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τω̨̃ ἀνθρώπω̨ εἰ ἔστιν ὑμι̃ν ἀδελφός
οἱ δὲ εἰ̃παν ἐρωτω̃ν ἐπηρώτησεν ἡμα̃ς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμω̃ν λέγων εἰ ἔτι ὁ πατὴρ ὑμω̃ν ζη̨̃ εἰ ἔστιν ὑμι̃ν ἀδελφός καὶ ἀπηγγείλαμεν αὐτω̨̃ κατὰ τὴν ἐπερώτησιν ταύτην μὴ ἤ̨δειμεν εἰ ἐρει̃ ἡμι̃ν ἀγάγετε τὸν ἀδελφὸν ὑμω̃ν
εἰ̃πεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτου̃ ἀπόστειλον τὸ παιδάριον μετ' ἐμου̃ καὶ ἀναστάντες πορευσόμεθα ἵνα ζω̃μεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμει̃ς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμω̃ν
ἐγὼ δὲ ἐκδέχομαι αὐτόν ἐκ χειρός μου ζήτησον αὐτόν ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας
10 εἰ μὴ γὰρ ἐβραδύναμεν ἤδη ἂν ὑπεστρέψαμεν δίς
11 εἰ̃πεν δὲ αὐτοι̃ς Ισραηλ ὁ πατὴρ αὐτω̃ν εἰ οὕτως ἐστίν του̃το ποιήσατε λάβετε ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς ἐν τοι̃ς ἀγγείοις ὑμω̃ν καὶ καταγάγετε τω̨̃ ἀνθρώπω̨ δω̃ρα τη̃ς ῥητίνης καὶ του̃ μέλιτος θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα
12 καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ται̃ς χερσὶν ὑμω̃ν τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοι̃ς μαρσίπποις ὑμω̃ν ἀποστρέψατε μεθ' ὑμω̃ν μήποτε ἀγνόημά ἐστιν
13 καὶ τὸν ἀδελφὸν ὑμω̃ν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον
14 ὁ δὲ θεός μου δώ̨η ὑμι̃ν χάριν ἐναντίον του̃ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμω̃ν τὸν ἕνα καὶ τὸν Βενιαμιν ἐγὼ μὲν γάρ καθὰ ἠτέκνωμαι ἠτέκνωμαι
15 λαβόντες δὲ οἱ ἄνδρες τὰ δω̃ρα ταυ̃τα καὶ τὸ ἀργύριον διπλου̃ν ἔλαβον ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ
16 εἰ̃δεν δὲ Ιωσηφ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελφὸν αὐτου̃ τὸν ὁμομήτριον καὶ εἰ̃πεν τω̨̃ ἐπὶ τη̃ς οἰκίας αὐτου̃ εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον μετ' ἐμου̃ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν
17 ἐποίησεν δὲ ὁ ἄνθρωπος καθὰ εἰ̃πεν Ιωσηφ καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὸν οἰ̃κον Ιωσηφ
18 ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἰ̃κον Ιωσηφ εἰ̃παν διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοι̃ς μαρσίπποις ἡμω̃ν τὴν ἀρχὴν ἡμει̃ς εἰσαγόμεθα του̃ συκοφαντη̃σαι ἡμα̃ς καὶ ἐπιθέσθαι ἡμι̃ν του̃ λαβει̃ν ἡμα̃ς εἰς παι̃δας καὶ τοὺς ὄνους ἡμω̃ν
19 προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ του̃ οἴκου Ιωσηφ ἐλάλησαν αὐτω̨̃ ἐν τω̨̃ πυλω̃νι του̃ οἴκου
20 λέγοντες δεόμεθα κύριε κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα
21 ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλυ̃σαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμω̃ν καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τω̨̃ μαρσίππω̨ αὐτου̃ τὸ ἀργύριον ἡμω̃ν ἐν σταθμω̨̃ ἀπεστρέψαμεν νυ̃ν ἐν ται̃ς χερσὶν ἡμω̃ν
22 καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ' ἑαυτω̃ν ἀγοράσαι βρώματα οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμω̃ν
23 εἰ̃πεν δὲ αὐτοι̃ς ἵλεως ὑμι̃ν μὴ φοβει̃σθε ὁ θεὸς ὑμω̃ν καὶ ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ἔδωκεν ὑμι̃ν θησαυροὺς ἐν τοι̃ς μαρσίπποις ὑμω̃ν τὸ δὲ ἀργύριον ὑμω̃ν εὐδοκιμου̃ν ἀπέχω καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
24 καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτω̃ν καὶ ἔδωκεν χορτάσματα τοι̃ς ὄνοις αὐτω̃ν
25 ἡτοίμασαν δὲ τὰ δω̃ρα ἕως του̃ ἐλθει̃ν Ιωσηφ μεσημβρίας ἤκουσαν γὰρ ὅτι ἐκει̃ μέλλει ἀριστα̃ν
26 εἰση̃λθεν δὲ Ιωσηφ εἰς τὴν οἰκίαν καὶ προσήνεγκαν αὐτω̨̃ τὰ δω̃ρα ἃ εἰ̃χον ἐν ται̃ς χερσὶν αὐτω̃ν εἰς τὸν οἰ̃κον καὶ προσεκύνησαν αὐτω̨̃ ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν
27 ἠρώτησεν δὲ αὐτούς πω̃ς ἔχετε καὶ εἰ̃πεν αὐτοι̃ς εἰ ὑγιαίνει ὁ πατὴρ ὑμω̃ν ὁ πρεσβύτερος ὃν εἴπατε ἔτι ζη̨̃
28 οἱ δὲ εἰ̃παν ὑγιαίνει ὁ παι̃ς σου ὁ πατὴρ ἡμω̃ν ἔτι ζη̨̃ καὶ εἰ̃πεν εὐλογητὸς ὁ ἄνθρωπος ἐκει̃νος τω̨̃ θεω̨̃ καὶ κύψαντες προσεκύνησαν αὐτω̨̃
29 ἀναβλέψας δὲ τοι̃ς ὀφθαλμοι̃ς Ιωσηφ εἰ̃δεν Βενιαμιν τὸν ἀδελφὸν αὐτου̃ τὸν ὁμομήτριον καὶ εἰ̃πεν οὑ̃τος ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος ὃν εἴπατε πρός με ἀγαγει̃ν καὶ εἰ̃πεν ὁ θεὸς ἐλεήσαι σε τέκνον
30 ἐταράχθη δὲ Ιωσηφ συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτου̃ ἐπὶ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ καὶ ἐζήτει κλαυ̃σαι εἰσελθὼν δὲ εἰς τὸ ταμιει̃ον ἔκλαυσεν ἐκει̃
31 καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἰ̃πεν παράθετε ἄρτους
32 καὶ παρέθηκαν αὐτω̨̃ μόνω̨ καὶ αὐτοι̃ς καθ' ἑαυτοὺς καὶ τοι̃ς Αἰγυπτίοις τοι̃ς συνδειπνου̃σιν μετ' αὐτου̃ καθ' ἑαυτούς οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τω̃ν Εβραίων ἄρτους βδέλυγμα γάρ ἐστιν τοι̃ς Αἰγυπτίοις
33 ἐκάθισαν δὲ ἐναντίον αὐτου̃ ὁ πρωτότοκος κατὰ τὰ πρεσβει̃α αὐτου̃ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτου̃ ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃
34 ἠ̃ραν δὲ μερίδας παρ' αὐτου̃ πρὸς αὐτούς ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ' αὐτου̃
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).