1 καὶ ἐνετείλατο Ιωσηφ τω̨̃ ὄντι ἐπὶ τη̃ς οἰκίας αὐτου̃ λέγων πλήσατε τοὺς μαρσίππους τω̃ν ἀνθρώπων βρωμάτων ὅσα ἐὰν δύνωνται ἀ̃ραι καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ του̃ στόματος του̃ μαρσίππου |
2 καὶ τὸ κόνδυ μου τὸ ἀργυρου̃ν ἐμβάλατε εἰς τὸν μάρσιππον του̃ νεωτέρου καὶ τὴν τιμὴν του̃ σίτου αὐτου̃ ἐγενήθη δὲ κατὰ τὸ ῥη̃μα Ιωσηφ καθὼς εἰ̃πεν |
3 τὸ πρωὶ διέφαυσεν καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν αὐτοὶ καὶ οἱ ὄνοι αὐτω̃ν |
4 ἐξελθόντων δὲ αὐτω̃ν τὴν πόλιν οὐκ ἀπέσχον μακράν καὶ Ιωσηφ εἰ̃πεν τω̨̃ ἐπὶ τη̃ς οἰκίας αὐτου̃ ἀναστὰς ἐπιδίωξον ὀπίσω τω̃ν ἀνθρώπων καὶ καταλήμψη̨ αὐτοὺς καὶ ἐρει̃ς αὐτοι̃ς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλω̃ν |
5 ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυρου̃ν οὐ του̃τό ἐστιν ἐν ὡ̨̃ πίνει ὁ κύριός μου αὐτὸς δὲ οἰωνισμω̨̃ οἰωνίζεται ἐν αὐτω̨̃ πονηρὰ συντετέλεσθε ἃ πεποιήκατε |
6 εὑρὼν δὲ αὐτοὺς εἰ̃πεν αὐτοι̃ς κατὰ τὰ ῥήματα ταυ̃τα |
7 οἱ δὲ εἰ̃πον αὐτω̨̃ ἵνα τί λαλει̃ ὁ κύριος κατὰ τὰ ῥήματα ταυ̃τα μὴ γένοιτο τοι̃ς παισίν σου ποιη̃σαι κατὰ τὸ ῥη̃μα του̃το |
8 εἰ τὸ μὲν ἀργύριον ὃ εὕρομεν ἐν τοι̃ς μαρσίπποις ἡμω̃ν ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γη̃ς Χανααν πω̃ς ἂν κλέψαιμεν ἐκ του̃ οἴκου του̃ κυρίου σου ἀργύριον ἢ χρυσίον |
9 παρ' ὡ̨̃ ἂν εὑρεθη̨̃ τὸ κόνδυ τω̃ν παίδων σου ἀποθνη̨σκέτω καὶ ἡμει̃ς δὲ ἐσόμεθα παι̃δες τω̨̃ κυρίω̨ ἡμω̃ν |
10 ὁ δὲ εἰ̃πεν καὶ νυ̃ν ὡς λέγετε οὕτως ἔσται ὁ ἄνθρωπος παρ' ὡ̨̃ ἂν εὑρεθη̨̃ τὸ κόνδυ αὐτὸς ἔσται μου παι̃ς ὑμει̃ς δὲ ἔσεσθε καθαροί |
11 καὶ ἔσπευσαν καὶ καθει̃λαν ἕκαστος τὸν μάρσιππον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτου̃ |
12 ἠρεύνα δὲ ἀπὸ του̃ πρεσβυτέρου ἀρξάμενος ἕως ἠ̃λθεν ἐπὶ τὸν νεώτερον καὶ εὑ̃ρεν τὸ κόνδυ ἐν τω̨̃ μαρσίππω̨ τω̨̃ Βενιαμιν |
13 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτου̃ ἐπὶ τὸν ὄνον αὐτου̃ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν |
14 εἰση̃λθεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ πρὸς Ιωσηφ ἔτι αὐτου̃ ὄντος ἐκει̃ καὶ ἔπεσον ἐναντίον αὐτου̃ ἐπὶ τὴν γη̃ν |
15 εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ τί τὸ πρα̃γμα του̃το ὃ ἐποιήσατε οὐκ οἴδατε ὅτι οἰωνισμω̨̃ οἰωνιει̃ται ἄνθρωπος οἱ̃ος ἐγώ |
16 εἰ̃πεν δὲ Ιουδας τί ἀντερου̃μεν τω̨̃ κυρίω̨ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθω̃μεν ὁ δὲ θεὸς εὑ̃ρεν τὴν ἀδικίαν τω̃ν παίδων σου ἰδού ἐσμεν οἰκέται τω̨̃ κυρίω̨ ἡμω̃ν καὶ ἡμει̃ς καὶ παρ' ὡ̨̃ εὑρέθη τὸ κόνδυ |
17 εἰ̃πεν δὲ Ιωσηφ μή μοι γένοιτο ποιη̃σαι τὸ ῥη̃μα του̃το ὁ ἄνθρωπος παρ' ὡ̨̃ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παι̃ς ὑμει̃ς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμω̃ν |
18 ἐγγίσας δὲ αὐτω̨̃ Ιουδας εἰ̃πεν δέομαι κύριε λαλησάτω ὁ παι̃ς σου ῥη̃μα ἐναντίον σου καὶ μὴ θυμωθη̨̃ς τω̨̃ παιδί σου ὅτι σὺ εἰ̃ μετὰ Φαραω |
19 κύριε σὺ ἠρώτησας τοὺς παι̃δάς σου λέγων εἰ ἔχετε πατέρα ἢ ἀδελφόν |
20 καὶ εἴπαμεν τω̨̃ κυρίω̨ ἔστιν ἡμι̃ν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτω̨̃ καὶ ὁ ἀδελφὸς αὐτου̃ ἀπέθανεν αὐτὸς δὲ μόνος ὑπελείφθη τη̨̃ μητρὶ αὐτου̃ ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν |
21 εἰ̃πας δὲ τοι̃ς παισίν σου καταγάγετε αὐτὸν πρός με καὶ ἐπιμελου̃μαι αὐτου̃ |
22 καὶ εἴπαμεν τω̨̃ κυρίω̨ οὐ δυνήσεται τὸ παιδίον καταλιπει̃ν τὸν πατέρα ἐὰν δὲ καταλίπη̨ τὸν πατέρα ἀποθανει̃ται |
23 σὺ δὲ εἰ̃πας τοι̃ς παισίν σου ἐὰν μὴ καταβη̨̃ ὁ ἀδελφὸς ὑμω̃ν ὁ νεώτερος μεθ' ὑμω̃ν οὐ προσθήσεσθε ἔτι ἰδει̃ν τὸ πρόσωπόν μου |
24 ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παι̃δά σου πατέρα δὲ ἡμω̃ν ἀπηγγείλαμεν αὐτω̨̃ τὰ ῥήματα του̃ κυρίου |
25 εἰ̃πεν δὲ ἡμι̃ν ὁ πατὴρ ἡμω̃ν βαδίσατε πάλιν ἀγοράσατε ἡμι̃ν μικρὰ βρώματα |
26 ἡμει̃ς δὲ εἴπαμεν οὐ δυνησόμεθα καταβη̃ναι ἀλλ' εἰ μὲν ὁ ἀδελφὸς ἡμω̃ν ὁ νεώτερος καταβαίνει μεθ' ἡμω̃ν καταβησόμεθα οὐ γὰρ δυνησόμεθα ἰδει̃ν τὸ πρόσωπον του̃ ἀνθρώπου του̃ ἀδελφου̃ του̃ νεωτέρου μὴ ὄντος μεθ' ἡμω̃ν |
27 εἰ̃πεν δὲ ὁ παι̃ς σου ὁ πατὴρ ἡμω̃ν πρὸς ἡμα̃ς ὑμει̃ς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή |
28 καὶ ἐξη̃λθεν ὁ εἱ̃ς ἀπ' ἐμου̃ καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν καὶ οὐκ εἰ̃δον αὐτὸν ἔτι καὶ νυ̃ν |
29 ἐὰν οὐ̃ν λάβητε καὶ του̃τον ἐκ προσώπου μου καὶ συμβη̨̃ αὐτω̨̃ μαλακία ἐν τη̨̃ ὁδω̨̃ καὶ κατάξετέ μου τὸ γη̃ρας μετὰ λύπης εἰς ἅ̨δου |
30 νυ̃ν οὐ̃ν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παι̃δά σου πατέρα δὲ ἡμω̃ν καὶ τὸ παιδάριον μὴ ἠ̨̃ μεθ' ἡμω̃ν ἡ δὲ ψυχὴ αὐτου̃ ἐκκρέμαται ἐκ τη̃ς τούτου ψυχη̃ς |
31 καὶ ἔσται ἐν τω̨̃ ἰδει̃ν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ' ἡμω̃ν τελευτήσει καὶ κατάξουσιν οἱ παι̃δές σου τὸ γη̃ρας του̃ παιδός σου πατρὸς δὲ ἡμω̃ν μετ' ὀδύνης εἰς ἅ̨δου |
32 ὁ γὰρ παι̃ς σου ἐκδέδεκται τὸ παιδίον παρὰ του̃ πατρὸς λέγων ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας |
33 νυ̃ν οὐ̃ν παραμενω̃ σοι παι̃ς ἀντὶ του̃ παιδίου οἰκέτης του̃ κυρίου τὸ δὲ παιδίον ἀναβήτω μετὰ τω̃ν ἀδελφω̃ν |
34 πω̃ς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα του̃ παιδίου μὴ ὄντος μεθ' ἡμω̃ν ἵνα μὴ ἴδω τὰ κακά ἃ εὑρήσει τὸν πατέρα μου |