Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΓΕΝΕΣΙΣ, κεφαλίς 45

καὶ οὐκ ἠδύνατο Ιωσηφ ἀνέχεσθαι πάντων τω̃ν παρεστηκότων αὐτω̨̃ ἀλλ' εἰ̃πεν ἐξαποστείλατε πάντας ἀπ' ἐμου̃ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τω̨̃ Ιωσηφ ἡνίκα ἀνεγνωρίζετο τοι̃ς ἀδελφοι̃ς αὐτου̃
καὶ ἀφη̃κεν φωνὴν μετὰ κλαυθμου̃ ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἰ̃κον Φαραω
εἰ̃πεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἐγώ εἰμι Ιωσηφ ἔτι ὁ πατήρ μου ζη̨̃ καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθη̃ναι αὐτω̨̃ ἐταράχθησαν γάρ
εἰ̃πεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἐγγίσατε πρός με καὶ ἤγγισαν καὶ εἰ̃πεν ἐγώ εἰμι Ιωσηφ ὁ ἀδελφὸς ὑμω̃ν ὃν ἀπέδοσθε εἰς Αἴγυπτον
νυ̃ν οὐ̃ν μὴ λυπει̃σθε μηδὲ σκληρὸν ὑμι̃ν φανήτω ὅτι ἀπέδοσθέ με ὡ̃δε εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς ἔμπροσθεν ὑμω̃ν
του̃το γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τη̃ς γη̃ς καὶ ἔτι λοιπὰ πέντε ἔτη ἐν οἱ̃ς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος
ἀπέστειλεν γάρ με ὁ θεὸς ἔμπροσθεν ὑμω̃ν ὑπολείπεσθαι ὑμω̃ν κατάλειμμα ἐπὶ τη̃ς γη̃ς καὶ ἐκθρέψαι ὑμω̃ν κατάλειψιν μεγάλην
νυ̃ν οὐ̃ν οὐχ ὑμει̃ς με ἀπεστάλκατε ὡ̃δε ἀλλ' ἢ ὁ θεός καὶ ἐποίησέν με ὡς πατέρα Φαραω καὶ κύριον παντὸς του̃ οἴκου αὐτου̃ καὶ ἄρχοντα πάσης γη̃ς Αἰγύπτου
σπεύσαντες οὐ̃ν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτω̨̃ τάδε λέγει ὁ υἱός σου Ιωσηφ ἐποίησέν με ὁ θεὸς κύριον πάσης γη̃ς Αἰγύπτου κατάβηθι οὐ̃ν πρός με καὶ μὴ μείνη̨ς
10 καὶ κατοικήσεις ἐν γη̨̃ Γεσεμ 'Αραβίας καὶ ἔση̨ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τω̃ν υἱω̃ν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν
11 καὶ ἐκθρέψω σε ἐκει̃ ἔτι γὰρ πέντε ἔτη λιμός ἵνα μὴ ἐκτριβη̨̃ς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου
12 ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμω̃ν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ Βενιαμιν του̃ ἀδελφου̃ μου ὅτι τὸ στόμα μου τὸ λαλου̃ν πρὸς ὑμα̃ς
13 ἀπαγγείλατε οὐ̃ν τω̨̃ πατρί μου πα̃σαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτω̨ καὶ ὅσα εἴδετε καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὡ̃δε
14 καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμιν του̃ ἀδελφου̃ αὐτου̃ ἔκλαυσεν ἐπ' αὐτω̨̃ καὶ Βενιαμιν ἔκλαυσεν ἐπὶ τω̨̃ τραχήλω̨ αὐτου̃
15 καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτου̃ ἔκλαυσεν ἐπ' αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτου̃ πρὸς αὐτόν
16 καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἰ̃κον Φαραω λέγοντες ἥκασιν οἱ ἀδελφοὶ Ιωσηφ ἐχάρη δὲ Φαραω καὶ ἡ θεραπεία αὐτου̃
17 εἰ̃πεν δὲ Φαραω πρὸς Ιωσηφ εἰπὸν τοι̃ς ἀδελφοι̃ς σου του̃το ποιήσατε γεμίσατε τὰ πορει̃α ὑμω̃ν καὶ ἀπέλθατε εἰς γη̃ν Χανααν
18 καὶ παραλαβόντες τὸν πατέρα ὑμω̃ν καὶ τὰ ὑπάρχοντα ὑμω̃ν ἥκετε πρός με καὶ δώσω ὑμι̃ν πάντων τω̃ν ἀγαθω̃ν Αἰγύπτου καὶ φάγεσθε τὸν μυελὸν τη̃ς γη̃ς
19 σὺ δὲ ἔντειλαι ταυ̃τα λαβει̃ν αὐτοι̃ς ἁμάξας ἐκ γη̃ς Αἰγύπτου τοι̃ς παιδίοις ὑμω̃ν καὶ ται̃ς γυναιξίν καὶ ἀναλαβόντες τὸν πατέρα ὑμω̃ν παραγίνεσθε
20 καὶ μὴ φείσησθε τοι̃ς ὀφθαλμοι̃ς τω̃ν σκευω̃ν ὑμω̃ν τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμι̃ν ἔσται
21 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ ἔδωκεν δὲ Ιωσηφ αὐτοι̃ς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραω του̃ βασιλέως καὶ ἔδωκεν αὐτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδόν
22 καὶ πα̃σιν ἔδωκεν δισσὰς στολάς τω̨̃ δὲ Βενιαμιν ἔδωκεν τριακοσίους χρυσου̃ς καὶ πέντε ἐξαλλασσούσας στολάς
23 καὶ τω̨̃ πατρὶ αὐτου̃ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τω̃ν ἀγαθω̃ν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τω̨̃ πατρὶ αὐτου̃ εἰς ὁδόν
24 ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἐπορεύθησαν καὶ εἰ̃πεν αὐτοι̃ς μὴ ὀργίζεσθε ἐν τη̨̃ ὁδω̨̃
25 καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἠ̃λθον εἰς γη̃ν Χανααν πρὸς Ιακωβ τὸν πατέρα αὐτω̃ν
26 καὶ ἀνήγγειλαν αὐτω̨̃ λέγοντες ὅτι ὁ υἱός σου Ιωσηφ ζη̨̃ καὶ αὐτὸς ἄρχει πάσης γη̃ς Αἰγύπτου καὶ ἐξέστη ἡ διάνοια Ιακωβ οὐ γὰρ ἐπίστευσεν αὐτοι̃ς
27 ἐλάλησαν δὲ αὐτω̨̃ πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηφ ὅσα εἰ̃πεν αὐτοι̃ς ἰδὼν δὲ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ὥστε ἀναλαβει̃ν αὐτόν ἀνεζωπύρησεν τὸ πνευ̃μα Ιακωβ του̃ πατρὸς αὐτω̃ν
28 εἰ̃πεν δὲ Ισραηλ μέγα μοί ἐστιν εἰ ἔτι Ιωσηφ ὁ υἱός μου ζη̨̃ πορευθεὶς ὄψομαι αὐτὸν πρὸ του̃ ἀποθανει̃ν με
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).