1 ἀπάρας δὲ Ισραηλ αὐτὸς καὶ πάντα τὰ αὐτου̃ ἠ̃λθεν ἐπὶ τὸ φρέαρ του̃ ὅρκου καὶ ἔθυσεν θυσίαν τω̨̃ θεω̨̃ του̃ πατρὸς αὐτου̃ Ισαακ |
2 εἰ̃πεν δὲ ὁ θεὸς Ισραηλ ἐν ὁράματι τη̃ς νυκτὸς εἴπας Ιακωβ Ιακωβ ὁ δὲ εἰ̃πεν τί ἐστιν |
3 λέγων ἐγώ εἰμι ὁ θεὸς τω̃ν πατέρων σου μὴ φοβου̃ καταβη̃ναι εἰς Αἴγυπτον εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκει̃ |
4 καὶ ἐγὼ καταβήσομαι μετὰ σου̃ εἰς Αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Ιωσηφ ἐπιβαλει̃ τὰς χει̃ρας ἐπὶ τοὺς ὀφθαλμούς σου |
5 ἀνέστη δὲ Ιακωβ ἀπὸ του̃ φρέατος του̃ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ τὸν πατέρα αὐτω̃ν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναι̃κας αὐτω̃ν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ἀ̃ραι αὐτόν |
6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτω̃ν καὶ πα̃σαν τὴν κτη̃σιν ἣν ἐκτήσαντο ἐν γη̨̃ Χανααν εἰση̃λθον εἰς Αἴγυπτον Ιακωβ καὶ πα̃ν τὸ σπέρμα αὐτου̃ μετ' αὐτου̃ |
7 υἱοὶ καὶ οἱ υἱοὶ τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ θυγατέρες καὶ θυγατέρες τω̃ν υἱω̃ν αὐτου̃ καὶ πα̃ν τὸ σπέρμα αὐτου̃ ἤγαγεν εἰς Αἴγυπτον |
8 ταυ̃τα δὲ τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ τω̃ν εἰσελθόντων εἰς Αἴγυπτον Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ πρωτότοκος Ιακωβ Ρουβην |
9 υἱοὶ δὲ Ρουβην Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι |
10 υἱοὶ δὲ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ υἱὸς τη̃ς Χανανίτιδος |
11 υἱοὶ δὲ Λευι Γηρσων Κααθ καὶ Μεραρι |
12 υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γη̨̃ Χανααν ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ |
13 υἱοὶ δὲ Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ |
14 υἱοὶ δὲ Ζαβουλων Σερεδ καὶ Αλλων καὶ Αλοηλ |
15 οὑ̃τοι υἱοὶ Λειας οὓς ἔτεκεν τω̨̃ Ιακωβ ἐν Μεσοποταμία̨ τη̃ς Συρίας καὶ Διναν τὴν θυγατέρα αὐτου̃ πα̃σαι αἱ ψυχαί υἱοὶ καὶ θυγατέρες τριάκοντα τρει̃ς |
16 υἱοὶ δὲ Γαδ Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις |
17 υἱοὶ δὲ Ασηρ Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια καὶ Σαρα ἀδελφὴ αὐτω̃ν υἱοὶ δὲ Βαρια Χοβορ καὶ Μελχιηλ |
18 οὑ̃τοι υἱοὶ Ζελφας ἣν ἔδωκεν Λαβαν Λεια τη̨̃ θυγατρὶ αὐτου̃ ἣ ἔτεκεν τούτους τω̨̃ Ιακωβ δέκα ἓξ ψυχάς |
19 υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ Ιωσηφ καὶ Βενιαμιν |
20 ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γη̨̃ Αἰγύπτω̨ οὓς ἔτεκεν αὐτω̨̃ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως 'Ηλίου πόλεως τὸν Μανασση καὶ τὸν Εφραιμ ἐγένοντο δὲ υἱοὶ Μανασση οὓς ἔτεκεν αὐτω̨̃ ἡ παλλακὴ ἡ Σύρα τὸν Μαχιρ Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ υἱοὶ δὲ Εφραιμ ἀδελφου̃ Μανασση Σουταλααμ καὶ Τααμ υἱοὶ δὲ Σουταλααμ Εδεμ |
21 υἱοὶ δὲ Βενιαμιν Βαλα καὶ Χοβωρ καὶ Ασβηλ ἐγένοντο δὲ υἱοὶ Βαλα Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν Γηρα δὲ ἐγέννησεν τὸν Αραδ |
22 οὑ̃τοι υἱοὶ Ραχηλ οὓς ἔτεκεν τω̨̃ Ιακωβ πα̃σαι ψυχαὶ δέκα ὀκτώ |
|
24 καὶ υἱοὶ Νεφθαλι Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ |
25 οὑ̃τοι υἱοὶ Βαλλας ἣν ἔδωκεν Λαβαν Ραχηλ τη̨̃ θυγατρὶ αὐτου̃ ἣ ἔτεκεν τούτους τω̨̃ Ιακωβ πα̃σαι ψυχαὶ ἑπτά |
26 πα̃σαι δὲ ψυχαὶ αἱ εἰσελθου̃σαι μετὰ Ιακωβ εἰς Αἴγυπτον οἱ ἐξελθόντες ἐκ τω̃ν μηρω̃ν αὐτου̃ χωρὶς τω̃ν γυναικω̃ν υἱω̃ν Ιακωβ πα̃σαι ψυχαὶ ἑξήκοντα ἕξ |
27 υἱοὶ δὲ Ιωσηφ οἱ γενόμενοι αὐτω̨̃ ἐν γη̨̃ Αἰγύπτω̨ ψυχαὶ ἐννέα πα̃σαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελθου̃σαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε |
28 τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτου̃ πρὸς Ιωσηφ συναντη̃σαι αὐτω̨̃ καθ' 'Ηρώων πόλιν εἰς γη̃ν Ραμεσση |
29 ζεύξας δὲ Ιωσηφ τὰ ἅρματα αὐτου̃ ἀνέβη εἰς συνάντησιν Ισραηλ τω̨̃ πατρὶ αὐτου̃ καθ' 'Ηρώων πόλιν καὶ ὀφθεὶς αὐτω̨̃ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ ἔκλαυσεν κλαυθμω̨̃ πλείονι |
30 καὶ εἰ̃πεν Ισραηλ πρὸς Ιωσηφ ἀποθανου̃μαι ἀπὸ του̃ νυ̃ν ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζη̨̃ς |
31 εἰ̃πεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ ἀναβὰς ἀπαγγελω̃ τω̨̃ Φαραω καὶ ἐρω̃ αὐτω̨̃ οἱ ἀδελφοί μου καὶ ὁ οἰ̃κος του̃ πατρός μου οἳ ἠ̃σαν ἐν γη̨̃ Χανααν ἥκασιν πρός με |
32 οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόφοι ἠ̃σαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτω̃ν ἀγειόχασιν |
33 ἐὰν οὐ̃ν καλέση̨ ὑμα̃ς Φαραω καὶ εἴπη̨ ὑμι̃ν τί τὸ ἔργον ὑμω̃ν ἐστιν |
34 ἐρει̃τε ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παι̃δές σου ἐκ παιδὸς ἕως του̃ νυ̃ν καὶ ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν ἵνα κατοικήσητε ἐν γη̨̃ Γεσεμ 'Αραβία̨ βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πα̃ς ποιμὴν προβάτων |