1 ἐλθὼν δὲ Ιωσηφ ἀπήγγειλεν τω̨̃ Φαραω λέγων ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτω̃ν καὶ πάντα τὰ αὐτω̃ν ἠ̃λθον ἐκ γη̃ς Χανααν καὶ ἰδού εἰσιν ἐν γη̨̃ Γεσεμ |
2 ἀπὸ δὲ τω̃ν ἀδελφω̃ν αὐτου̃ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραω |
3 καὶ εἰ̃πεν Φαραω τοι̃ς ἀδελφοι̃ς Ιωσηφ τί τὸ ἔργον ὑμω̃ν οἱ δὲ εἰ̃παν τω̨̃ Φαραω ποιμένες προβάτων οἱ παι̃δές σου καὶ ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν |
4 εἰ̃παν δὲ τω̨̃ Φαραω παροικει̃ν ἐν τη̨̃ γη̨̃ ἥκαμεν οὐ γάρ ἐστιν νομὴ τοι̃ς κτήνεσιν τω̃ν παίδων σου ἐνίσχυσεν γὰρ ὁ λιμὸς ἐν γη̨̃ Χανααν νυ̃ν οὐ̃ν κατοικήσομεν οἱ παι̃δές σου ἐν γη̨̃ Γεσεμ |
5 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιωσφη κατοικείτωσαν ἐν γη̨̃ Γεσεμ εἰ δὲ ἐπίστη̨ ὅτι εἰσὶν ἐν αὐτοι̃ς ἄνδρες δυνατοί κατάστησον αὐτοὺς ἄρχοντας τω̃ν ἐμω̃ν κτηνω̃ν ἠ̃λθον δὲ εἰς Αἴγυπτον πρὸς Ιωσηφ Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἤκουσεν Φαραω βασιλεὺς Αἰγύπτου καὶ εἰ̃πεν Φαραω πρὸς Ιωσηφ λέγων ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ |
6 ἰδοὺ ἡ γη̃ Αἰγύπτου ἐναντίον σού ἐστιν ἐν τη̨̃ βελτίστη̨ γη̨̃ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου |
7 εἰσήγαγεν δὲ Ιωσηφ Ιακωβ τὸν πατέρα αὐτου̃ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραω καὶ εὐλόγησεν Ιακωβ τὸν Φαραω |
8 εἰ̃πεν δὲ Φαραω τω̨̃ Ιακωβ πόσα ἔτη ἡμερω̃ν τη̃ς ζωη̃ς σου |
9 καὶ εἰ̃πεν Ιακωβ τω̨̃ Φαραω αἱ ἡμέραι τω̃ν ἐτω̃ν τη̃ς ζωη̃ς μου ἃς παροικω̃ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τω̃ν ἐτω̃ν τη̃ς ζωη̃ς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τω̃ν ἐτω̃ν τη̃ς ζωη̃ς τω̃ν πατέρων μου ἃς ἡμέρας παρώ̨κησαν |
10 καὶ εὐλογήσας Ιακωβ τὸν Φαραω ἐξη̃λθεν ἀπ' αὐτου̃ |
11 καὶ κατώ̨κισεν Ιωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἔδωκεν αὐτοι̃ς κατάσχεσιν ἐν γη̨̃ Αἰγύπτου ἐν τη̨̃ βελτίστη̨ γη̨̃ ἐν γη̨̃ Ραμεσση καθὰ προσέταξεν Φαραω |
12 καὶ ἐσιτομέτρει Ιωσηφ τω̨̃ πατρὶ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ παντὶ τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτου̃ σι̃τον κατὰ σω̃μα |
13 σι̃τος δὲ οὐκ ἠ̃ν ἐν πάση̨ τη̨̃ γη̨̃ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γη̃ Αἰγύπτου καὶ ἡ γη̃ Χανααν ἀπὸ του̃ λιμου̃ |
14 συνήγαγεν δὲ Ιωσηφ πα̃ν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γη̨̃ Αἰγύπτου καὶ ἐν γη̨̃ Χανααν του̃ σίτου οὑ̃ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοι̃ς καὶ εἰσήνεγκεν Ιωσηφ πα̃ν τὸ ἀργύριον εἰς τὸν οἰ̃κον Φαραω |
15 καὶ ἐξέλιπεν πα̃ν τὸ ἀργύριον ἐκ γη̃ς Αἰγύπτου καὶ ἐκ γη̃ς Χανααν ἠ̃λθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες δὸς ἡμι̃ν ἄρτους καὶ ἵνα τί ἀποθνή̨σκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμω̃ν |
16 εἰ̃πεν δὲ αὐτοι̃ς Ιωσηφ φέρετε τὰ κτήνη ὑμω̃ν καὶ δώσω ὑμι̃ν ἄρτους ἀντὶ τω̃ν κτηνω̃ν ὑμω̃ν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον |
17 ἤγαγον δὲ τὰ κτήνη πρὸς Ιωσηφ καὶ ἔδωκεν αὐτοι̃ς Ιωσηφ ἄρτους ἀντὶ τω̃ν ἵππων καὶ ἀντὶ τω̃ν προβάτων καὶ ἀντὶ τω̃ν βοω̃ν καὶ ἀντὶ τω̃ν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τω̃ν κτηνω̃ν αὐτω̃ν ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ |
18 ἐξη̃λθεν δὲ τὸ ἔτος ἐκει̃νο καὶ ἠ̃λθον πρὸς αὐτὸν ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ καὶ εἰ̃παν αὐτω̨̃ μήποτε ἐκτριβω̃μεν ἀπὸ του̃ κυρίου ἡμω̃ν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμι̃ν ἐναντίον του̃ κυρίου ἡμω̃ν ἀλλ' ἢ τὸ ἴδιον σω̃μα καὶ ἡ γη̃ ἡμω̃ν |
19 ἵνα οὐ̃ν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γη̃ ἐρημωθη̨̃ κτη̃σαι ἡμα̃ς καὶ τὴν γη̃ν ἡμω̃ν ἀντὶ ἄρτων καὶ ἐσόμεθα ἡμει̃ς καὶ ἡ γη̃ ἡμω̃ν παι̃δες Φαραω δὸς σπέρμα ἵνα σπείρωμεν καὶ ζω̃μεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γη̃ οὐκ ἐρημωθήσεται |
20 καὶ ἐκτήσατο Ιωσηφ πα̃σαν τὴν γη̃ν τω̃ν Αἰγυπτίων τω̨̃ Φαραω ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γη̃ν αὐτω̃ν τω̨̃ Φαραω ἐπεκράτησεν γὰρ αὐτω̃ν ὁ λιμός καὶ ἐγένετο ἡ γη̃ Φαραω |
21 καὶ τὸν λαὸν κατεδουλώσατο αὐτω̨̃ εἰς παι̃δας ἀπ' ἄκρων ὁρίων Αἰγύπτου ἕως τω̃ν ἄκρων |
22 χωρὶς τη̃ς γη̃ς τω̃ν ἱερέων μόνον οὐκ ἐκτήσατο ταύτην Ιωσηφ ἐν δόσει γὰρ ἔδωκεν δόμα τοι̃ς ἱερευ̃σιν Φαραω καὶ ἤσθιον τὴν δόσιν ἣν ἔδωκεν αὐτοι̃ς Φαραω διὰ του̃το οὐκ ἀπέδοντο τὴν γη̃ν αὐτω̃ν |
23 εἰ̃πεν δὲ Ιωσηφ πα̃σι τοι̃ς Αἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμα̃ς καὶ τὴν γη̃ν ὑμω̃ν σήμερον τω̨̃ Φαραω λάβετε ἑαυτοι̃ς σπέρμα καὶ σπείρατε τὴν γη̃ν |
24 καὶ ἔσται τὰ γενήματα αὐτη̃ς δώσετε τὸ πέμπτον μέρος τω̨̃ Φαραω τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμι̃ν αὐτοι̃ς εἰς σπέρμα τη̨̃ γη̨̃ καὶ εἰς βρω̃σιν ὑμι̃ν καὶ πα̃σιν τοι̃ς ἐν τοι̃ς οἴκοις ὑμω̃ν |
25 καὶ εἰ̃παν σέσωκας ἡμα̃ς εὕρομεν χάριν ἐναντίον του̃ κυρίου ἡμω̃ν καὶ ἐσόμεθα παι̃δες Φαραω |
26 καὶ ἔθετο αὐτοι̃ς Ιωσηφ εἰς πρόσταγμα ἕως τη̃ς ἡμέρας ταύτης ἐπὶ γη̃ν Αἰγύπτου τω̨̃ Φαραω ἀποπεμπτου̃ν χωρὶς τη̃ς γη̃ς τω̃ν ἱερέων μόνον οὐκ ἠ̃ν τω̨̃ Φαραω |
27 κατώ̨κησεν δὲ Ισραηλ ἐν γη̨̃ Αἰγύπτω̨ ἐπὶ τη̃ς γη̃ς Γεσεμ καὶ ἐκληρονόμησαν ἐπ' αὐτη̃ς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα |
28 ἐπέζησεν δὲ Ιακωβ ἐν γη̨̃ Αἰγύπτω̨ δέκα ἑπτὰ ἔτη ἐγένοντο δὲ αἱ ἡμέραι Ιακωβ ἐνιαυτω̃ν τη̃ς ζωη̃ς αὐτου̃ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη |
29 ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ του̃ ἀποθανει̃ν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτου̃ Ιωσηφ καὶ εἰ̃πεν αὐτω̨̃ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χει̃ρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν του̃ μή με θάψαι ἐν Αἰγύπτω̨ |
30 ἀλλὰ κοιμηθήσομαι μετὰ τω̃ν πατέρων μου καὶ ἀρει̃ς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τω̨̃ τάφω̨ αὐτω̃ν ὁ δὲ εἰ̃πεν ἐγὼ ποιήσω κατὰ τὸ ῥη̃μά σου |
31 εἰ̃πεν δέ ὄμοσόν μοι καὶ ὤμοσεν αὐτω̨̃ καὶ προσεκύνησεν Ισραηλ ἐπὶ τὸ ἄκρον τη̃ς ῥάβδου αὐτου̃ |