Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 10

μετὰ δὲ ταυ̃τα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρò προσώπου αὐτου̃ εἰς πα̃σαν πόλιν καὶ τόπον οὑ̃ ἤμελλεν αὐτòς ἔρχεσθαι
ἔλεγεν δὲ πρòς αὐτούς ὁ μὲν θερισμòς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὐ̃ν του̃ κυρίου του̃ θερισμου̃ ὅπως ἐργάτας ἐκβάλη̨ εἰς τòν θερισμòν αὐτου̃
ὑπάγετε ἰδοὺ ἀποστέλλω ὑμα̃ς ὡς ἄρνας ἐν μέσω̨ λύκων
μὴ βαστάζετε βαλλάντιον μὴ πήραν μὴ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδòν ἀσπάσησθε
εἰς ἣν δ' ἂν εἰσέλθητε οἰκίαν πρω̃τον λέγετε εἰρήνη τω̨̃ οἴκω̨ τούτω̨
καὶ ἐὰν ἐκει̃ ἠ̨̃ υἱòς εἰρήνης ἐπαναπαήσεται ἐπ' αὐτòν ἡ εἰρήνη ὑμω̃ν εἰ δὲ μή γε ἐφ' ὑμα̃ς ἀνακάμψει
ἐν αὐτη̨̃ δὲ τη̨̃ οἰκία̨ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ' αὐτω̃ν ἄξιος γὰρ ὁ ἐργάτης του̃ μισθου̃ αὐτου̃ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμα̃ς ἐσθίετε τὰ παρατιθέμενα ὑμι̃ν
καὶ θεραπεύετε τοὺς ἐν αὐτη̨̃ ἀσθενει̃ς καὶ λέγετε αὐτοι̃ς ἤγγικεν ἐφ' ὑμα̃ς ἡ βασιλεία του̃ θεου̃
10 εἰς ἣν δ' ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμα̃ς ἐξελθόντες εἰς τὰς πλατείας αὐτη̃ς εἴπατε
11 καὶ τòν κονιορτòν τòν κολληθέντα ἡμι̃ν ἐκ τη̃ς πόλεως ὑμω̃ν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμι̃ν πλὴν του̃το γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία του̃ θεου̃
12 λέγω ὑμι̃ν ὅτι Σοδόμοις ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνεκτότερον ἔσται ἢ τη̨̃ πόλει ἐκείνη̨
13 οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρω̨ καὶ Σιδω̃νι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμι̃ν πάλαι ἂν ἐν σάκκω̨ καὶ σποδω̨̃ καθήμενοι μετενόησαν
14 πλὴν Τύρω̨ καὶ Σιδω̃νι ἀνεκτότερον ἔσται ἐν τη̨̃ κρίσει ἢ ὑμι̃ν
15 καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανου̃ ὑψωθήση̨ ἕως του̃ ἅ̨δου καταβήση̨
16 ὁ ἀκούων ὑμω̃ν ἐμου̃ ἀκούει καὶ ὁ ἀθετω̃ν ὑμα̃ς ἐμὲ ἀθετει̃ ὁ δὲ ἐμὲ ἀθετω̃ν ἀθετει̃ τòν ἀποστείλαντά με
17 ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρα̃ς λέγοντες κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμι̃ν ἐν τω̨̃ ὀνόματί σου
18 εἰ̃πεν δὲ αὐτοι̃ς ἐθεώρουν τòν Σατανα̃ν ὡς ἀστραπὴν ἐκ του̃ οὐρανου̃ πεσόντα
19 ἰδοὺ δέδωκα ὑμι̃ν τὴν ἐξουσίαν του̃ πατει̃ν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πα̃σαν τὴν δύναμιν του̃ ἐχθρου̃ καὶ οὐδὲν ὑμα̃ς οὐ μὴ ἀδικήση̨
20 πλὴν ἐν τούτω̨ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμι̃ν ὑποτάσσεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμω̃ν ἐγγέγραπται ἐν τοι̃ς οὐρανοι̃ς
21 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἠγαλλιάσατο ἐν τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ καὶ εἰ̃πεν ἐξομολογου̃μαί σοι πάτερ κύριε του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς ὅτι ἀπέκρυψας ταυ̃τα ἀπò σοφω̃ν καὶ συνετω̃ν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
22 πάντα μοι παρεδόθη ὑπò του̃ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱòς εἰ μὴ ὁ πατήρ καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱòς καὶ ὡ̨̃ ἐὰν βούληται ὁ υἱòς ἀποκαλύψαι
23 καὶ στραφεὶς πρòς τοὺς μαθητὰς κατ' ἰδίαν εἰ̃πεν μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε
24 λέγω γὰρ ὑμι̃ν ὅτι πολλοὶ προφη̃ται καὶ βασιλει̃ς ἠθέλησαν ἰδει̃ν ἃ ὑμει̃ς βλέπετε καὶ οὐκ εἰ̃δαν καὶ ἀκου̃σαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
25 καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτòν λέγων διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
26 ὁ δὲ εἰ̃πεν πρòς αὐτόν ἐν τω̨̃ νόμω̨ τί γέγραπται πω̃ς ἀναγινώσκεις
27 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἀγαπήσεις κύριον τòν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ σου καὶ ἐν ὅλη̨ τη̨̃ ἰσχύϊ σου καὶ ἐν ὅλη̨ τη̨̃ διανοία̨ σου καὶ τòν πλησίον σου ὡς σεαυτόν
28 εἰ̃πεν δὲ αὐτω̨̃ ὀρθω̃ς ἀπεκρίθης του̃το ποίει καὶ ζήση̨
29 ὁ δὲ θέλων δικαιω̃σαι ἑαυτòν εἰ̃πεν πρòς τòν ’Ιησου̃ν καὶ τίς ἐστίν μου πλησίον
30 ὑπολαβὼν ὁ ’Ιησου̃ς εἰ̃πεν ἄνθρωπός τις κατέβαινεν ἀπò ’Ιερουσαλὴμ εἰς ’Ιεριχὼ καὶ λη̨σται̃ς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτòν καὶ πληγὰς ἐπιθέντες ἀπη̃λθον ἀφέντες ἡμιθανη̃
31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τη̨̃ ὁδω̨̃ ἐκείνη̨ καὶ ἰδὼν αὐτòν ἀντιπαρη̃λθεν
32 ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τòν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρη̃λθεν
33 Σαμαρίτης δέ τις ὁδεύων ἠ̃λθεν κατ' αὐτòν καὶ ἰδὼν ἐσπλαγχνίσθη
34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτου̃ ἐπιχέων ἔλαιον καὶ οἰ̃νον ἐπιβιβάσας δὲ αὐτòν ἐπὶ τò ἴδιον κτη̃νος ἤγαγεν αὐτòν εἰς πανδοχει̃ον καὶ ἐπεμελήθη αὐτου̃
35 καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τω̨̃ πανδοχει̃ καὶ εἰ̃πεν ἐπιμελήθητι αὐτου̃ καὶ ὅ τι ἂν προσδαπανήση̨ς ἐγὼ ἐν τω̨̃ ἐπανέρχεσθαί με ἀποδώσω σοι
36 τίς τούτων τω̃ν τριω̃ν πλησίον δοκει̃ σοι γεγονέναι του̃ ἐμπεσόντος εἰς τοὺς λη̨στάς
37 ὁ δὲ εἰ̃πεν ὁ ποιήσας τò ἔλεος μετ' αὐτου̃ εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ’Ιησου̃ς πορεύου καὶ σὺ ποίει ὁμοίως
38 ἐν δὲ τω̨̃ πορεύεσθαι αὐτοὺς αὐτòς εἰση̃λθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν
39 καὶ τη̨̃δε ἠ̃ν ἀδελφὴ καλουμένη Μαριάμ ἣ καὶ παρακαθεσθει̃σα πρòς τοὺς πόδας του̃ κυρίου ἤκουεν τòν λόγον αὐτου̃
40 ἡ δὲ Μάρθα περιεσπα̃το περὶ πολλὴν διακονίαν ἐπιστα̃σα δὲ εἰ̃πεν κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονει̃ν εἰπὲ οὐ̃ν αὐτη̨̃ ἵνα μοι συναντιλάβηται
41 ἀποκριθεὶς δὲ εἰ̃πεν αὐτη̨̃ ὁ κύριος Μάρθα Μάρθα μεριμνα̨̃ς καὶ θορυβάζη̨ περὶ πολλά
42 ἑνòς δέ ἐστιν χρεία Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτη̃ς
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).