Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 11

καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν ἐν τόπω̨ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἰ̃πέν τις τω̃ν μαθητω̃ν αὐτου̃ πρòς αὐτόν κύριε δίδαξον ἡμα̃ς προσεύχεσθαι καθὼς καὶ ’Ιωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτου̃
εἰ̃πεν δὲ αὐτοι̃ς ὅταν προσεύχησθε λέγετε πάτερ ἁγιασθήτω τò ὄνομά σου ἐλθέτω ἡ βασιλεία σου
τòν ἄρτον ἡμω̃ν τòν ἐπιούσιον δίδου ἡμι̃ν τò καθ' ἡμέραν
καὶ ἄφες ἡμι̃ν τὰς ἁμαρτίας ἡμω̃ν καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμι̃ν καὶ μὴ εἰσενέγκη̨ς ἡμα̃ς εἰς πειρασμόν
καὶ εἰ̃πεν πρòς αὐτούς τίς ἐξ ὑμω̃ν ἕξει φίλον καὶ πορεύσεται πρòς αὐτòν μεσονυκτίου καὶ εἴπη̨ αὐτω̨̃ φίλε χρη̃σόν μοι τρει̃ς ἄρτους
ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδου̃ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτω̨̃
κἀκει̃νος ἔσωθεν ἀποκριθεὶς εἴπη̨ μή μοι κόπους πάρεχε ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ' ἐμου̃ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δου̃ναί σοι
λέγω ὑμι̃ν εἰ καὶ οὐ δώσει αὐτω̨̃ ἀναστὰς διὰ τò εἰ̃ναι φίλον αὐτου̃ διά γε τὴν ἀναίδειαν αὐτου̃ ἐγερθεὶς δώσει αὐτω̨̃ ὅσων χρή̨ζει
κἀγὼ ὑμι̃ν λέγω αἰτει̃τε καὶ δοθήσεται ὑμι̃ν ζητει̃τε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμι̃ν
10 πα̃ς γὰρ ὁ αἰτω̃ν λαμβάνει καὶ ὁ ζητω̃ν εὑρίσκει καὶ τω̨̃ κρούοντι ἀνοιγήσεται
11 τίνα δὲ ἐξ ὑμω̃ν τòν πατέρα αἰτήσει ὁ υἱòς ἰχθύν καὶ ἀντὶ ἰχθύος ὄφιν αὐτω̨̃ ἐπιδώσει
12 ἢ καὶ αἰτήσει ὠ̨όν ἐπιδώσει αὐτω̨̃ σκορπίον
13 εἰ οὐ̃ν ὑμει̃ς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοι̃ς τέκνοις ὑμω̃ν πόσω̨ μα̃λλον ὁ πατὴρ ὁ ἐξ οὐρανου̃ δώσει πνευ̃μα ἅγιον τοι̃ς αἰτου̃σιν αὐτόν
14 καὶ ἠ̃ν ἐκβάλλων δαιμόνιον καὶ αὐτò ἠ̃ν κωφόν ἐγένετο δὲ του̃ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι
15 τινὲς δὲ ἐξ αὐτω̃ν εἰ̃πον ἐν Βεελζεβοὺλ τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
16 ἕτεροι δὲ πειράζοντες σημει̃ον ἐξ οὐρανου̃ ἐζήτουν παρ' αὐτου̃
17 αὐτòς δὲ εἰδὼς αὐτω̃ν τὰ διανοήματα εἰ̃πεν αὐτοι̃ς πα̃σα βασιλεία ἐφ' ἑαυτὴν διαμερισθει̃σα ἐρημου̃ται καὶ οἰ̃κος ἐπὶ οἰ̃κον πίπτει
18 εἰ δὲ καὶ ὁ Σατανα̃ς ἐφ' ἑαυτòν διεμερίσθη πω̃ς σταθήσεται ἡ βασιλεία αὐτου̃ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια
19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμω̃ν ἐν τίνι ἐκβάλλουσιν διὰ του̃το αὐτοὶ ὑμω̃ν κριταὶ ἔσονται
20 εἰ δὲ ἐν δακτύλω̨ θεου̃ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ' ὑμα̃ς ἡ βασιλεία του̃ θεου̃
21 ὅταν ὁ ἰσχυρòς καθωπλισμένος φυλάσση̨ τὴν ἑαυτου̃ αὐλήν ἐν εἰρήνη̨ ἐστὶν τὰ ὑπάρχοντα αὐτου̃
22 ἐπὰν δὲ ἰσχυρότερος αὐτου̃ ἐπελθὼν νικήση̨ αὐτόν τὴν πανοπλίαν αὐτου̃ αἴρει ἐφ' ἡ̨̃ ἐπεποίθει καὶ τὰ σκυ̃λα αὐτου̃ διαδίδωσιν
23 ὁ μὴ ὢν μετ' ἐμου̃ κατ' ἐμου̃ ἐστιν καὶ ὁ μὴ συνάγων μετ' ἐμου̃ σκορπίζει
24 ὅταν τò ἀκάθαρτον πνευ̃μα ἐξέλθη̨ ἀπò του̃ ἀνθρώπου διέρχεται δι' ἀνύδρων τόπων ζητου̃ν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον τότε λέγει ὑποστρέψω εἰς τòν οἰ̃κόν μου ὅθεν ἐξη̃λθον
25 καὶ ἐλθòν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον
26 τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτου̃ ἑπτά καὶ εἰσελθόντα κατοικει̃ ἐκει̃ καὶ γίνεται τὰ ἔσχατα του̃ ἀνθρώπου ἐκείνου χείρονα τω̃ν πρώτων
27 ἐγένετο δὲ ἐν τω̨̃ λέγειν αὐτòν ταυ̃τα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ του̃ ὄχλου εἰ̃πεν αὐτω̨̃ μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας
28 αὐτòς δὲ εἰ̃πεν μενου̃ν μακάριοι οἱ ἀκούοντες τòν λόγον του̃ θεου̃ καὶ φυλάσσοντες
29 τω̃ν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν σημει̃ον ζητει̃ καὶ σημει̃ον οὐ δοθήσεται αὐτη̨̃ εἰ μὴ τò σημει̃ον ’Ιωνα̃
30 καθὼς γὰρ ἐγένετο ’Ιωνα̃ς τοι̃ς Νινευίταις σημει̃ον οὕτως ἔσται καὶ ὁ υἱòς του̃ ἀνθρώπου τη̨̃ γενεα̨̃ ταύτη̨
31 βασίλισσα νότου ἐγερθήσεται ἐν τη̨̃ κρίσει μετὰ τω̃ν ἀνδρω̃ν τη̃ς γενεα̃ς ταύτης καὶ κατακρινει̃ αὐτούς ὅτι ἠ̃λθεν ἐκ τω̃ν περάτων τη̃ς γη̃ς ἀκου̃σαι τὴν σοφίαν Σολομω̃νος καὶ ἰδοὺ πλει̃ον Σολομω̃νος ὡ̃δε
32 ἄνδρες Νινευι̃ται ἀναστήσονται ἐν τη̨̃ κρίσει μετὰ τη̃ς γενεα̃ς ταύτης καὶ κατακρινου̃σιν αὐτήν ὅτι μετενόησαν εἰς τò κήρυγμα ’Ιωνα̃ καὶ ἰδοὺ πλει̃ον ’Ιωνα̃ ὡ̃δε
33 οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπò τòν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τò φω̃ς βλέπωσιν
34 ὁ λύχνος του̃ σώματός ἐστιν ὁ ὀφθαλμός σου ὅταν ὁ ὀφθαλμός σου ἁπλου̃ς ἠ̨̃ καὶ ὅλον τò σω̃μά σου φωτεινόν ἐστιν ἐπὰν δὲ πονηρòς ἠ̨̃ καὶ τò σω̃μά σου σκοτεινόν
35 σκόπει οὐ̃ν μὴ τò φω̃ς τò ἐν σοὶ σκότος ἐστίν
36 εἰ οὐ̃ν τò σω̃μά σου ὅλον φωτεινόν μὴ ἔχον μέρος τι σκοτεινόν ἔσται φωτεινòν ὅλον ὡς ὅταν ὁ λύχνος τη̨̃ ἀστραπη̨̃ φωτίζη̨ σε
37 ἐν δὲ τω̨̃ λαλη̃σαι ἐρωτα̨̃ αὐτòν Φαρισαι̃ος ὅπως ἀριστήση̨ παρ' αὐτω̨̃ εἰσελθὼν δὲ ἀνέπεσεν
38 ὁ δὲ Φαρισαι̃ος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρω̃τον ἐβαπτίσθη πρò του̃ ἀρίστου
39 εἰ̃πεν δὲ ὁ κύριος πρòς αὐτόν νυ̃ν ὑμει̃ς οἱ Φαρισαι̃οι τò ἔξωθεν του̃ ποτηρίου καὶ του̃ πίνακος καθαρίζετε τò δὲ ἔσωθεν ὑμω̃ν γέμει ἁρπαγη̃ς καὶ πονηρίας
40 ἄφρονες οὐχ ὁ ποιήσας τò ἔξωθεν καὶ τò ἔσωθεν ἐποίησεν
41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα καθαρὰ ὑμι̃ν ἐστιν
42 ἀλλὰ οὐαὶ ὑμι̃ν τοι̃ς Φαρισαίοις ὅτι ἀποδεκατου̃τε τò ἡδύοσμον καὶ τò πήγανον καὶ πα̃ν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην του̃ θεου̃ ταυ̃τα δὲ ἔδει ποιη̃σαι κἀκει̃να μὴ παρει̃ναι
43 οὐαὶ ὑμι̃ν τοι̃ς Φαρισαίοις ὅτι ἀγαπα̃τε τὴν πρωτοκαθεδρίαν ἐν ται̃ς συναγωγαι̃ς καὶ τοὺς ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς
44 οὐαὶ ὑμι̃ν ὅτι ἐστὲ ὡς τὰ μνημει̃α τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατου̃ντες ἐπάνω οὐκ οἴδασιν
45 ἀποκριθεὶς δέ τις τω̃ν νομικω̃ν λέγει αὐτω̨̃ διδάσκαλε ταυ̃τα λέγων καὶ ἡμα̃ς ὑβρίζεις
46 ὁ δὲ εἰ̃πεν καὶ ὑμι̃ν τοι̃ς νομικοι̃ς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τω̃ν δακτύλων ὑμω̃ν οὐ προσψαύετε τοι̃ς φορτίοις
47 οὐαὶ ὑμι̃ν ὅτι οἰκοδομει̃τε τὰ μνημει̃α τω̃ν προφητω̃ν οἱ δὲ πατέρες ὑμω̃ν ἀπέκτειναν αὐτούς
48 ἄρα μάρτυρές ἐστε καὶ συνευδοκει̃τε τοι̃ς ἔργοις τω̃ν πατέρων ὑμω̃ν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμει̃ς δὲ οἰκοδομει̃τε
49 διὰ του̃το καὶ ἡ σοφία του̃ θεου̃ εἰ̃πεν ἀποστελω̃ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτω̃ν ἀποκτενου̃σιν καὶ διώξουσιν
50 ἵνα ἐκζητηθη̨̃ τò αἱ̃μα πάντων τω̃ν προφητω̃ν τò ἐκκεχυμένον ἀπò καταβολη̃ς κόσμου ἀπò τη̃ς γενεα̃ς ταύτης
51 ἀπò αἵματος ‘Άβελ ἕως αἵματος Ζαχαρίου του̃ ἀπολομένου μεταξὺ του̃ θυσιαστηρίου καὶ του̃ οἴκου ναί λέγω ὑμι̃ν ἐκζητηθήσεται ἀπò τη̃ς γενεα̃ς ταύτης
52 οὐαὶ ὑμι̃ν τοι̃ς νομικοι̃ς ὅτι ἤρατε τὴν κλει̃δα τη̃ς γνώσεως αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε
53 κἀκει̃θεν ἐξελθόντος αὐτου̃ ἤρξαντο οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι δεινω̃ς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτòν περὶ πλειόνων
54 ἐνεδρεύοντες αὐτòν θηρευ̃σαί τι ἐκ του̃ στόματος αὐτου̃
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).