1 ἐν οἱ̃ς ἐπισυναχθεισω̃ν τω̃ν μυριάδων του̃ ὄχλου ὥστε καταπατει̃ν ἀλλήλους ἤρξατο λέγειν πρòς τοὺς μαθητὰς αὐτου̃ πρω̃τον προσέχετε ἑαυτοι̃ς ἀπò τη̃ς ζύμης ἥτις ἐστὶν ὑπόκρισις τω̃ν Φαρισαίων |
2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτòν ὃ οὐ γνωσθήσεται |
3 ἀνθ' ὡ̃ν ὅσα ἐν τη̨̃ σκοτία̨ εἴπατε ἐν τω̨̃ φωτὶ ἀκουσθήσεται καὶ ὃ πρòς τò οὐ̃ς ἐλαλήσατε ἐν τοι̃ς ταμείοις κηρυχθήσεται ἐπὶ τω̃ν δωμάτων |
4 λέγω δὲ ὑμι̃ν τοι̃ς φίλοις μου μὴ φοβηθη̃τε ἀπò τω̃ν ἀποκτεινόντων τò σω̃μα καὶ μετὰ ταυ̃τα μὴ ἐχόντων περισσότερόν τι ποιη̃σαι |
5 ὑποδείξω δὲ ὑμι̃ν τίνα φοβηθη̃τε φοβήθητε τòν μετὰ τò ἀποκτει̃ναι ἔχοντα ἐξουσίαν ἐμβαλει̃ν εἰς τὴν γέενναν ναί λέγω ὑμι̃ν του̃τον φοβήθητε |
6 οὐχὶ πέντε στρουθία πωλου̃νται ἀσσαρίων δύο καὶ ἓν ἐξ αὐτω̃ν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον του̃ θεου̃ |
7 ἀλλὰ καὶ αἱ τρίχες τη̃ς κεφαλη̃ς ὑμω̃ν πα̃σαι ἠρίθμηνται μὴ φοβει̃σθε πολλω̃ν στρουθίων διαφέρετε |
8 λέγω δὲ ὑμι̃ν πα̃ς ὃς ἂν ὁμολογήση̨ ἐν ἐμοὶ ἔμπροσθεν τω̃ν ἀνθρώπων καὶ ὁ υἱòς του̃ ἀνθρώπου ὁμολογήσει ἐν αὐτω̨̃ ἔμπροσθεν τω̃ν ἀγγέλων του̃ θεου̃ |
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τω̃ν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τω̃ν ἀγγέλων του̃ θεου̃ |
10 καὶ πα̃ς ὃς ἐρει̃ λόγον εἰς τòν υἱòν του̃ ἀνθρώπου ἀφεθήσεται αὐτω̨̃ τω̨̃ δὲ εἰς τò ἅγιον πνευ̃μα βλασφημήσαντι οὐκ ἀφεθήσεται |
11 ὅταν δὲ εἰσφέρωσιν ὑμα̃ς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ μεριμνήσητε πω̃ς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε |
12 τò γὰρ ἅγιον πνευ̃μα διδάξει ὑμα̃ς ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἃ δει̃ εἰπει̃ν |
13 εἰ̃πεν δέ τις ἐκ του̃ ὄχλου αὐτω̨̃ διδάσκαλε εἰπὲ τω̨̃ ἀδελφω̨̃ μου μερίσασθαι μετ' ἐμου̃ τὴν κληρονομίαν |
14 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἄνθρωπε τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ' ὑμα̃ς |
15 εἰ̃πεν δὲ πρòς αὐτούς ὁρα̃τε καὶ φυλάσσεσθε ἀπò πάσης πλεονεξίας ὅτι οὐκ ἐν τω̨̃ περισσεύειν τινὶ ἡ ζωὴ αὐτου̃ ἐστιν ἐκ τω̃ν ὑπαρχόντων αὐτω̨̃ |
16 εἰ̃πεν δὲ παραβολὴν πρòς αὐτοὺς λέγων ἀνθρώπου τινòς πλουσίου εὐφόρησεν ἡ χώρα |
17 καὶ διελογίζετο ἐν ἑαυτω̨̃ λέγων τί ποιήσω ὅτι οὐκ ἔχω που̃ συνάξω τοὺς καρπούς μου |
18 καὶ εἰ̃πεν του̃το ποιήσω καθελω̃ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκει̃ πάντα τòν σι̃τον καὶ τὰ ἀγαθά μου |
19 καὶ ἐρω̃ τη̨̃ ψυχη̨̃ μου ψυχή ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά ἀναπαύου φάγε πίε εὐφραίνου |
20 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ θεός ἄφρων ταύτη̨ τη̨̃ νυκτὶ τὴν ψυχήν σου ἀπαιτου̃σιν ἀπò σου̃ ἃ δὲ ἡτοίμασας τίνι ἔσται |
21 οὕτως ὁ θησαυρίζων ἑαυτω̨̃ καὶ μὴ εἰς θεòν πλουτω̃ν |
22 εἰ̃πεν δὲ πρòς τοὺς μαθητάς αὐτου̃ διὰ του̃το λέγω ὑμι̃ν μὴ μεριμνα̃τε τη̨̃ ψυχη̨̃ τί φάγητε μηδὲ τω̨̃ σώματι τί ἐνδύσησθε |
23 ἡ γὰρ ψυχὴ πλει̃όν ἐστιν τη̃ς τροφη̃ς καὶ τò σω̃μα του̃ ἐνδύματος |
24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἱ̃ς οὐκ ἔστιν ταμει̃ον οὐδὲ ἀποθήκη καὶ ὁ θεòς τρέφει αὐτούς πόσω̨ μα̃λλον ὑμει̃ς διαφέρετε τω̃ν πετεινω̃ν |
25 τίς δὲ ἐξ ὑμω̃ν μεριμνω̃ν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτου̃ προσθει̃ναι πη̃χυν |
26 εἰ οὐ̃ν οὐδὲ ἐλάχιστον δύνασθε τί περὶ τω̃ν λοιπω̃ν μεριμνα̃τε |
27 κατανοήσατε τὰ κρίνα πω̃ς αὐξάνει οὐ κοπια̨̃ οὐδὲ νήθει λέγω δὲ ὑμι̃ν οὐδὲ Σολομὼν ἐν πάση̨ τη̨̃ δόξη̨ αὐτου̃ περιεβάλετο ὡς ἓν τούτων |
28 εἰ δὲ ἐν ἀγρω̨̃ τòν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεòς οὕτως ἀμφιέζει πόσω̨ μα̃λλον ὑμα̃ς ὀλιγόπιστοι |
29 καὶ ὑμει̃ς μὴ ζητει̃τε τί φάγητε καὶ τί πίητε καὶ μὴ μετεωρίζεσθε |
30 ταυ̃τα γὰρ πάντα τὰ ἔθνη του̃ κόσμου ἐπιζητου̃σιν ὑμω̃ν δὲ ὁ πατὴρ οἰ̃δεν ὅτι χρή̨ζετε τούτων |
31 πλὴν ζητει̃τε τὴν βασιλείαν αὐτου̃ καὶ ταυ̃τα προστεθήσεται ὑμι̃ν |
32 μὴ φοβου̃ τò μικρòν ποίμνιον ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμω̃ν δου̃ναι ὑμι̃ν τὴν βασιλείαν |
33 πωλήσατε τὰ ὑπάρχοντα ὑμω̃ν καὶ δότε ἐλεημοσύνην ποιήσατε ἑαυτοι̃ς βαλλάντια μὴ παλαιούμενα θησαυρòν ἀνέκλειπτον ἐν τοι̃ς οὐρανοι̃ς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει |
34 ὅπου γάρ ἐστιν ὁ θησαυρòς ὑμω̃ν ἐκει̃ καὶ ἡ καρδία ὑμω̃ν ἔσται |
35 ἔστωσαν ὑμω̃ν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι |
36 καὶ ὑμει̃ς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τòν κύριον ἑαυτω̃ν πότε ἀναλύση̨ ἐκ τω̃ν γάμων ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτω̨̃ |
37 μακάριοι οἱ δου̃λοι ἐκει̃νοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγορου̃ντας ἀμὴν λέγω ὑμι̃ν ὅτι περιζώσεται καὶ ἀνακλινει̃ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοι̃ς |
38 κἂν ἐν τη̨̃ δευτέρα̨ κἂν ἐν τη̨̃ τρίτη̨ φυλακη̨̃ ἔλθη̨ καὶ εὕρη̨ οὕτως μακάριοί εἰσιν ἐκει̃νοι |
39 του̃το δὲ γινώσκετε ὅτι εἰ ἤ̨δει ὁ οἰκοδεσπότης ποία̨ ὥρα̨ ὁ κλέπτης ἔρχεται οὐκ ἂν ἀφη̃κεν διορυχθη̃ναι τòν οἰ̃κον αὐτου̃ |
40 καὶ ὑμει̃ς γίνεσθε ἕτοιμοι ὅτι ἡ̨̃ ὥρα̨ οὐ δοκει̃τε ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεται |
41 εἰ̃πεν δὲ ὁ Πέτρος κύριε πρòς ἡμα̃ς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρòς πάντας |
42 καὶ εἰ̃πεν ὁ κύριος τίς ἄρα ἐστὶν ὁ πιστòς οἰκονόμος ὁ φρόνιμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τη̃ς θεραπείας αὐτου̃ του̃ διδόναι ἐν καιρω̨̃ τò σιτομέτριον |
43 μακάριος ὁ δου̃λος ἐκει̃νος ὃν ἐλθὼν ὁ κύριος αὐτου̃ εὑρήσει ποιου̃ντα οὕτως |
44 ἀληθω̃ς λέγω ὑμι̃ν ὅτι ἐπὶ πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτου̃ καταστήσει αὐτόν |
45 ἐὰν δὲ εἴπη̨ ὁ δου̃λος ἐκει̃νος ἐν τη̨̃ καρδία̨ αὐτου̃ χρονίζει ὁ κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παι̃δας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι |
46 ἥξει ὁ κύριος του̃ δούλου ἐκείνου ἐν ἡμέρα̨ ἡ̨̃ οὐ προσδοκα̨̃ καὶ ἐν ὥρα̨ ἡ̨̃ οὐ γινώσκει καὶ διχοτομήσει αὐτòν καὶ τò μέρος αὐτου̃ μετὰ τω̃ν ἀπίστων θήσει |
47 ἐκει̃νος δὲ ὁ δου̃λος ὁ γνοὺς τò θέλημα του̃ κυρίου αὐτου̃ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρòς τò θέλημα αὐτου̃ δαρήσεται πολλάς |
48 ὁ δὲ μὴ γνούς ποιήσας δὲ ἄξια πληγω̃ν δαρήσεται ὀλίγας παντὶ δὲ ὡ̨̃ ἐδόθη πολύ πολὺ ζητηθήσεται παρ' αὐτου̃ καὶ ὡ̨̃ παρέθεντο πολύ περισσότερον αἰτήσουσιν αὐτόν |
49 πυ̃ρ ἠ̃λθον βαλει̃ν ἐπὶ τὴν γη̃ν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη |
50 βάπτισμα δὲ ἔχω βαπτισθη̃ναι καὶ πω̃ς συνέχομαι ἕως ὅτου τελεσθη̨̃ |
51 δοκει̃τε ὅτι εἰρήνην παρεγενόμην δου̃ναι ἐν τη̨̃ γη̨̃ οὐχί λέγω ὑμι̃ν ἀλλ' ἢ διαμερισμόν |
52 ἔσονται γὰρ ἀπò του̃ νυ̃ν πέντε ἐν ἑνὶ οἴκω̨ διαμεμερισμένοι τρει̃ς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν |
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱω̨̃ καὶ υἱòς ἐπὶ πατρί μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα πενθερὰ ἐπὶ τὴν νύμφην αὐτη̃ς καὶ νύμφη ἐπὶ τὴν πενθεράν |
54 ἔλεγεν δὲ καὶ τοι̃ς ὄχλοις ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμω̃ν εὐθέως λέγετε ὅτι ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως |
55 καὶ ὅταν νότον πνέοντα λέγετε ὅτι καύσων ἔσται καὶ γίνεται |
56 ὑποκριταί τò πρόσωπον τη̃ς γη̃ς καὶ του̃ οὐρανου̃ οἴδατε δοκιμάζειν τòν καιρòν δὲ του̃τον πω̃ς οὐκ οἴδατε δοκιμάζειν |
57 τί δὲ καὶ ἀφ' ἑαυτω̃ν οὐ κρίνετε τò δίκαιον |
58 ὡς γὰρ ὑπάγεις μετὰ του̃ ἀντιδίκου σου ἐπ' ἄρχοντα ἐν τη̨̃ ὁδω̨̃ δòς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτου̃ μήποτε κατασύρη̨ σε πρòς τòν κριτήν καὶ ὁ κριτής σε παραδώσει τω̨̃ πράκτορι καὶ ὁ πράκτωρ σε βαλει̃ εἰς φυλακήν |
59 λέγω σοι οὐ μὴ ἐξέλθη̨ς ἐκει̃θεν ἕως καὶ τò ἔσχατον λεπτòν ἀποδω̨̃ς |