1 παρη̃σαν δέ τινες ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ ἀπαγγέλλοντες αὐτω̨̃ περὶ τω̃ν Γαλιλαίων ὡ̃ν τò αἱ̃μα Πιλα̃τος ἔμιξεν μετὰ τω̃ν θυσιω̃ν αὐτω̃ν |
2 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς δοκει̃τε ὅτι οἱ Γαλιλαι̃οι οὑ̃τοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταυ̃τα πεπόνθασιν |
3 οὐχί λέγω ὑμι̃ν ἀλλ' ἐὰν μὴ μετανοη̃τε πάντες ὁμοίως ἀπολει̃σθε |
4 ἢ ἐκει̃νοι οἱ δεκαοκτὼ ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τω̨̃ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκει̃τε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικου̃ντας ’Ιερουσαλήμ |
5 οὐχί λέγω ὑμι̃ν ἀλλ' ἐὰν μὴ μετανοη̃τε πάντες ὡσαύτως ἀπολει̃σθε |
6 ἔλεγεν δὲ ταύτην τὴν παραβολήν συκη̃ν εἰ̃χέν τις πεφυτευμένην ἐν τω̨̃ ἀμπελω̃νι αὐτου̃ καὶ ἠ̃λθεν ζητω̃ν καρπòν ἐν αὐτη̨̃ καὶ οὐχ εὑ̃ρεν |
7 εἰ̃πεν δὲ πρòς τòν ἀμπελουργόν ἰδοὺ τρία ἔτη ἀφ' οὑ̃ ἔρχομαι ζητω̃ν καρπòν ἐν τη̨̃ συκη̨̃ ταύτη̨ καὶ οὐχ εὑρίσκω ἔκκοψον οὐ̃ν αὐτήν ἱνατί καὶ τὴν γη̃ν καταργει̃ |
8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτω̨̃ κύριε ἄφες αὐτὴν καὶ του̃το τò ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια |
9 κἂν μὲν ποιήση̨ καρπòν εἰς τò μέλλον εἰ δὲ μή γε ἐκκόψεις αὐτήν |
10 ἠ̃ν δὲ διδάσκων ἐν μια̨̃ τω̃ν συναγωγω̃ν ἐν τοι̃ς σάββασιν |
11 καὶ ἰδοὺ γυνὴ πνευ̃μα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ καὶ ἠ̃ν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τò παντελές |
12 ἰδὼν δὲ αὐτὴν ὁ ’Ιησου̃ς προσεφώνησεν καὶ εἰ̃πεν αὐτη̨̃ γύναι ἀπολέλυσαι τη̃ς ἀσθενείας σου |
13 καὶ ἐπέθηκεν αὐτη̨̃ τὰς χει̃ρας καὶ παραχρη̃μα ἀνωρθώθη καὶ ἐδόξαζεν τòν θεόν |
14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτω̃ν ὅτι τω̨̃ σαββάτω̨ ἐθεράπευσεν ὁ ’Ιησου̃ς ἔλεγεν τω̨̃ ὄχλω̨ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἱ̃ς δει̃ ἐργάζεσθαι ἐν αὐται̃ς οὐ̃ν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τη̨̃ ἡμέρα̨ του̃ σαββάτου |
15 ἀπεκρίθη δὲ αὐτω̨̃ ὁ κύριος καὶ εἰ̃πεν ὑποκριταί ἕκαστος ὑμω̃ν τω̨̃ σαββάτω̨ οὐ λύει τòν βου̃ν αὐτου̃ ἢ τòν ὄνον ἀπò τη̃ς φάτνης καὶ ἀπαγαγὼν ποτίζει |
16 ταύτην δὲ θυγατέρα ’Αβραὰμ οὐ̃σαν ἣν ἔδησεν ὁ Σατανα̃ς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη οὐκ ἔδει λυθη̃ναι ἀπò του̃ δεσμου̃ τούτου τη̨̃ ἡμέρα̨ του̃ σαββάτου |
17 καὶ ταυ̃τα λέγοντος αὐτου̃ κατη̨σχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτω̨̃ καὶ πα̃ς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πα̃σιν τοι̃ς ἐνδόξοις τοι̃ς γινομένοις ὑπ' αὐτου̃ |
18 ἔλεγεν οὐ̃ν τίνι ὁμοία ἐστὶν ἡ βασιλεία του̃ θεου̃ καὶ τίνι ὁμοιώσω αὐτήν |
19 ὁμοία ἐστὶν κόκκω̨ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κη̃πον ἑαυτου̃ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατεσκήνωσεν ἐν τοι̃ς κλάδοις αὐτου̃ |
20 καὶ πάλιν εἰ̃πεν τίνι ὁμοιώσω τὴν βασιλείαν του̃ θεου̃ |
21 ὁμοία ἐστὶν ζύμη̨ ἣν λαβου̃σα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὑ̃ ἐζυμώθη ὅλον |
22 καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ‘Ιεροσόλυμα |
23 εἰ̃πεν δέ τις αὐτω̨̃ κύριε εἰ ὀλίγοι οἱ σω̨ζόμενοι ὁ δὲ εἰ̃πεν πρòς αὐτούς |
24 ἀγωνίζεσθε εἰσελθει̃ν διὰ τη̃ς στενη̃ς θύρας ὅτι πολλοί λέγω ὑμι̃ν ζητήσουσιν εἰσελθει̃ν καὶ οὐκ ἰσχύσουσιν |
25 ἀφ' οὑ̃ ἂν ἐγερθη̨̃ ὁ οἰκοδεσπότης καὶ ἀποκλείση̨ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες κύριε ἄνοιξον ἡμι̃ν καὶ ἀποκριθεὶς ἐρει̃ ὑμι̃ν οὐκ οἰ̃δα ὑμα̃ς πόθεν ἐστέ |
26 τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ται̃ς πλατείαις ἡμω̃ν ἐδίδαξας |
27 καὶ ἐρει̃ λέγων ὑμι̃ν οὐκ οἰ̃δα ὑμα̃ς πόθεν ἐστέ ἀπόστητε ἀπ' ἐμου̃ πάντες ἐργάται ἀδικίας |
28 ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων ὅταν ὄψεσθε ’Αβραὰμ καὶ ’Ισαὰκ καὶ ’Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ ὑμα̃ς δὲ ἐκβαλλομένους ἔξω |
29 καὶ ἥξουσιν ἀπò ἀνατολω̃ν καὶ δυσμω̃ν καὶ ἀπò βορρα̃ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ |
30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρω̃τοι καὶ εἰσὶν πρω̃τοι οἳ ἔσονται ἔσχατοι |
31 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ προση̃λθάν τινες Φαρισαι̃οι λέγοντες αὐτω̨̃ ἔξελθε καὶ πορεύου ἐντευ̃θεν ὅτι ‘Ηρώ̨δης θέλει σε ἀποκτει̃ναι |
32 καὶ εἰ̃πεν αὐτοι̃ς πορευθέντες εἴπατε τη̨̃ ἀλώπεκι ταύτη̨ ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελω̃ σήμερον καὶ αὔριον καὶ τη̨̃ τρίτη̨ τελειου̃μαι |
33 πλὴν δει̃ με σήμερον καὶ αὔριον καὶ τη̨̃ ἐχομένη̨ πορεύεσθαι ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω ’Ιερουσαλήμ |
34 ’Ιερουσαλὴμ ’Ιερουσαλήμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολου̃σα τοὺς ἀπεσταλμένους πρòς αὐτήν ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτη̃ς νοσσιὰν ὑπò τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε |
35 ἰδοὺ ἀφίεται ὑμι̃ν ὁ οἰ̃κος ὑμω̃ν λέγω δὲ ὑμι̃ν οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου |