Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 14

καὶ ἐγένετο ἐν τω̨̃ ἐλθει̃ν αὐτòν εἰς οἰ̃κόν τινος τω̃ν ἀρχόντων τω̃ν Φαρισαίων σαββάτω̨ φαγει̃ν ἄρτον καὶ αὐτοὶ ἠ̃σαν παρατηρούμενοι αὐτόν
καὶ ἰδοὺ ἄνθρωπός τις ἠ̃ν ὑδρωπικòς ἔμπροσθεν αὐτου̃
καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων ἔξεστιν τω̨̃ σαββάτω̨ θεραπευ̃σαι ἢ οὔ
οἱ δὲ ἡσύχασαν καὶ ἐπιλαβόμενος ἰάσατο αὐτòν καὶ ἀπέλυσεν
καὶ πρòς αὐτοὺς εἰ̃πεν τίνος ὑμω̃ν υἱòς ἢ βου̃ς εἰς φρέαρ πεσει̃ται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτòν ἐν ἡμέρα̨ του̃ σαββάτου
καὶ οὐκ ἴσχυσαν ἀνταποκριθη̃ναι πρòς ταυ̃τα
ἔλεγεν δὲ πρòς τοὺς κεκλημένους παραβολήν ἐπέχων πω̃ς τὰς πρωτοκλισίας ἐξελέγοντο λέγων πρòς αὐτούς
ὅταν κληθη̨̃ς ὑπό τινος εἰς γάμους μὴ κατακλιθη̨̃ς εἰς τὴν πρωτοκλισίαν μήποτε ἐντιμότερός σου ἠ̨̃ κεκλημένος ὑπ' αὐτου̃
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτòν καλέσας ἐρει̃ σοι δòς τούτω̨ τόπον καὶ τότε ἄρξη̨ μετὰ αἰσχύνης τòν ἔσχατον τόπον κατέχειν
10 ἀλλ' ὅταν κληθη̨̃ς πορευθεὶς ἀνάπεσε εἰς τòν ἔσχατον τόπον ἵνα ὅταν ἔλθη̨ ὁ κεκληκώς σε ἐρει̃ σοι φίλε προσανάβηθι ἀνώτερον τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τω̃ν συνανακειμένων σοι
11 ὅτι πα̃ς ὁ ὑψω̃ν ἑαυτòν ταπεινωθήσεται καὶ ὁ ταπεινω̃ν ἑαυτòν ὑψωθήσεται
12 ἔλεγεν δὲ καὶ τω̨̃ κεκληκότι αὐτόν ὅταν ποιη̨̃ς ἄριστον ἢ δει̃πνον μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενει̃ς σου μηδὲ γείτονας πλουσίους μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι
13 ἀλλ' ὅταν δοχὴν ποιη̨̃ς κάλει πτωχούς ἀναπείρους χωλούς τυφλούς
14 καὶ μακάριος ἔση̨ ὅτι οὐκ ἔχουσιν ἀνταποδου̃ναί σοι ἀνταποδοθήσεται γάρ σοι ἐν τη̨̃ ἀναστάσει τω̃ν δικαίων
15 ἀκούσας δέ τις τω̃ν συνανακειμένων ταυ̃τα εἰ̃πεν αὐτω̨̃ μακάριος ὅστις φάγεται ἄρτον ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃
16 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἄνθρωπός τις ἐποίει δει̃πνον μέγα καὶ ἐκάλεσεν πολλούς
17 καὶ ἀπέστειλεν τòν δου̃λον αὐτου̃ τη̨̃ ὥρα̨ του̃ δείπνου εἰπει̃ν τοι̃ς κεκλημένοις ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν
18 καὶ ἤρξαντο ἀπò μια̃ς πάντες παραιτει̃σθαι ὁ πρω̃τος εἰ̃πεν αὐτω̨̃ ἀγρòν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδει̃ν αὐτόν ἐρωτω̃ σε ἔχε με παρη̨τημένον
19 καὶ ἕτερος εἰ̃πεν ζεύγη βοω̃ν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά ἐρωτω̃ σε ἔχε με παρη̨τημένον
20 καὶ ἕτερος εἰ̃πεν γυναι̃κα ἔγημα καὶ διὰ του̃το οὐ δύναμαι ἐλθει̃ν
21 καὶ παραγενόμενος ὁ δου̃λος ἀπήγγειλεν τω̨̃ κυρίω̨ αὐτου̃ ταυ̃τα τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἰ̃πεν τω̨̃ δούλω̨ αὐτου̃ ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τη̃ς πόλεως καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὡ̃δε
22 καὶ εἰ̃πεν ὁ δου̃λος κύριε γέγονεν ὃ ἐπέταξας καὶ ἔτι τόπος ἐστίν
23 καὶ εἰ̃πεν ὁ κύριος πρòς τòν δου̃λον ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθει̃ν ἵνα γεμισθη̨̃ μου ὁ οἰ̃κος
24 λέγω γὰρ ὑμι̃ν ὅτι οὐδεὶς τω̃ν ἀνδρω̃ν ἐκείνων τω̃ν κεκλημένων γεύσεταί μου του̃ δείπνου
25 συνεπορεύοντο δὲ αὐτω̨̃ ὄχλοι πολλοί καὶ στραφεὶς εἰ̃πεν πρòς αὐτούς
26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισει̃ τòν πατέρα ἑαυτου̃ καὶ τὴν μητέρα καὶ τὴν γυναι̃κα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτου̃ οὐ δύναται εἰ̃ναί μου μαθητής
27 ὅστις οὐ βαστάζει τòν σταυρòν ἑαυτου̃ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἰ̃ναί μου μαθητής
28 τίς γὰρ ἐξ ὑμω̃ν θέλων πύργον οἰκοδομη̃σαι οὐχὶ πρω̃τον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν
29 ἵνα μήποτε θέντος αὐτου̃ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωρου̃ντες ἄρξωνται αὐτω̨̃ ἐμπαίζειν
30 λέγοντες ὅτι οὑ̃τος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομει̃ν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι
31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρω̨ βασιλει̃ συμβαλει̃ν εἰς πόλεμον οὐχὶ καθίσας πρω̃τον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντη̃σαι τω̨̃ μετὰ εἴκοσι χιλιάδων ἐρχομένω̨ ἐπ' αὐτόν
32 εἰ δὲ μή γε ἔτι αὐτου̃ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτα̨̃ τὰ πρòς εἰρήνην
33 οὕτως οὐ̃ν πα̃ς ἐξ ὑμω̃ν ὃς οὐκ ἀποτάσσεται πα̃σιν τοι̃ς ἑαυτου̃ ὑπάρχουσιν οὐ δύναται εἰ̃ναί μου μαθητής
34 καλòν οὐ̃ν τò ἅλας ἐὰν δὲ καὶ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἀρτυθήσεται
35 οὔτε εἰς γη̃ν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό ὁ ἔχων ὠ̃τα ἀκούειν ἀκουέτω
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).