Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 15

ἠ̃σαν δὲ αὐτω̨̃ ἐγγίζοντες πάντες οἱ τελω̃ναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτου̃
καὶ διεγόγγυζον οἵ τε Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς λέγοντες ὅτι οὑ̃τος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοι̃ς
εἰ̃πεν δὲ πρòς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων
τίς ἄνθρωπος ἐξ ὑμω̃ν ἔχων ἑκατòν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτω̃ν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τη̨̃ ἐρήμω̨ καὶ πορεύεται ἐπὶ τò ἀπολωλòς ἕως εὕρη̨ αὐτό
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτου̃ χαίρων
καὶ ἐλθὼν εἰς τòν οἰ̃κον συγκαλει̃ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοι̃ς συγχάρητέ μοι ὅτι εὑ̃ρον τò πρόβατόν μου τò ἀπολωλός
λέγω ὑμι̃ν ὅτι οὕτως χαρὰ ἐν τω̨̃ οὐρανω̨̃ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλω̨̃ μετανοου̃ντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας
ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέση̨ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροι̃ τὴν οἰκίαν καὶ ζητει̃ ἐπιμελω̃ς ἕως οὑ̃ εὕρη̨
καὶ εὑρου̃σα συγκαλει̃ τὰς φίλας καὶ γείτονας λέγουσα συγχάρητέ μοι ὅτι εὑ̃ρον τὴν δραχμὴν ἣν ἀπώλεσα
10 οὕτως λέγω ὑμι̃ν γίνεται χαρὰ ἐνώπιον τω̃ν ἀγγέλων του̃ θεου̃ ἐπὶ ἑνὶ ἁμαρτωλω̨̃ μετανοου̃ντι
11 εἰ̃πεν δέ ἄνθρωπός τις εἰ̃χεν δύο υἱούς
12 καὶ εἰ̃πεν ὁ νεώτερος αὐτω̃ν τω̨̃ πατρί πάτερ δός μοι τò ἐπιβάλλον μέρος τη̃ς οὐσίας ὁ δὲ διει̃λεν αὐτοι̃ς τòν βίον
13 καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱòς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκει̃ διεσκόρπισεν τὴν οὐσίαν αὐτου̃ ζω̃ν ἀσώτως
14 δαπανήσαντος δὲ αὐτου̃ πάντα ἐγένετο λιμòς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτòς ἤρξατο ὑστερει̃σθαι
15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τω̃ν πολιτω̃ν τη̃ς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτòν εἰς τοὺς ἀγροὺς αὐτου̃ βόσκειν χοίρους
16 καὶ ἐπεθύμει χορτασθη̃ναι ἐκ τω̃ν κερατίων ὡ̃ν ἤσθιον οἱ χοι̃ροι καὶ οὐδεὶς ἐδίδου αὐτω̨̃
17 εἰς ἑαυτòν δὲ ἐλθὼν ἔφη πόσοι μίσθιοι του̃ πατρός μου περισσεύονται ἄρτων ἐγὼ δὲ λιμω̨̃ ὡ̃δε ἀπόλλυμαι
18 ἀναστὰς πορεύσομαι πρòς τòν πατέρα μου καὶ ἐρω̃ αὐτω̨̃ πάτερ ἥμαρτον εἰς τòν οὐρανòν καὶ ἐνώπιόν σου
19 οὐκέτι εἰμὶ ἄξιος κληθη̃ναι υἱός σου ποίησόν με ὡς ἕνα τω̃ν μισθίων σου
20 καὶ ἀναστὰς ἠ̃λθεν πρòς τòν πατέρα ἑαυτου̃ ἔτι δὲ αὐτου̃ μακρὰν ἀπέχοντος εἰ̃δεν αὐτòν ὁ πατὴρ αὐτου̃ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τòν τράχηλον αὐτου̃ καὶ κατεφίλησεν αὐτόν
21 εἰ̃πεν δὲ ὁ υἱòς αὐτω̨̃ πάτερ ἥμαρτον εἰς τòν οὐρανòν καὶ ἐνώπιόν σου οὐκέτι εἰμὶ ἄξιος κληθη̃ναι υἱός σου
22 εἰ̃πεν δὲ ὁ πατὴρ πρòς τοὺς δούλους αὐτου̃ ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χει̃ρα αὐτου̃ καὶ ὑποδήματα εἰς τοὺς πόδας
23 καὶ φέρετε τòν μόσχον τòν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθω̃μεν
24 ὅτι οὑ̃τος ὁ υἱός μου νεκρòς ἠ̃ν καὶ ἀνέζησεν ἠ̃ν ἀπολωλὼς καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι
25 ἠ̃ν δὲ ὁ υἱòς αὐτου̃ ὁ πρεσβύτερος ἐν ἀγρω̨̃ καὶ ὡς ἐρχόμενος ἤγγισεν τη̨̃ οἰκία̨ ἤκουσεν συμφωνίας καὶ χορω̃ν
26 καὶ προσκαλεσάμενος ἕνα τω̃ν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταυ̃τα
27 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τòν μόσχον τòν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτòν ἀπέλαβεν
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθει̃ν ὁ δὲ πατὴρ αὐτου̃ ἐξελθὼν παρεκάλει αὐτόν
29 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν τω̨̃ πατρὶ αὐτου̃ ἰδοὺ τοσαυ̃τα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρη̃λθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τω̃ν φίλων μου εὐφρανθω̃
30 ὅτε δὲ ὁ υἱός σου οὑ̃τος ὁ καταφαγών σου τòν βίον μετὰ πορνω̃ν ἠ̃λθεν ἔθυσας αὐτω̨̃ τòν σιτευτòν μόσχον
31 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ τέκνον σὺ πάντοτε μετ' ἐμου̃ εἰ̃ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν
32 εὐφρανθη̃ναι δὲ καὶ χαρη̃ναι ἔδει ὅτι ὁ ἀδελφός σου οὑ̃τος νεκρòς ἠ̃ν καὶ ἔζησεν καὶ ἀπολωλὼς καὶ εὑρέθη
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).