Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 16

ἔλεγεν δὲ καὶ πρòς τοὺς μαθητάς ἄνθρωπός τις ἠ̃ν πλούσιος ὃς εἰ̃χεν οἰκονόμον καὶ οὑ̃τος διεβλήθη αὐτω̨̃ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτου̃
καὶ φωνήσας αὐτòν εἰ̃πεν αὐτω̨̃ τί του̃το ἀκούω περὶ σου̃ ἀπόδος τòν λόγον τη̃ς οἰκονομίας σου οὐ γὰρ δύνη̨ ἔτι οἰκονομει̃ν
εἰ̃πεν δὲ ἐν ἑαυτω̨̃ ὁ οἰκονόμος τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρει̃ται τὴν οἰκονομίαν ἀπ' ἐμου̃ σκάπτειν οὐκ ἰσχύω ἐπαιτει̃ν αἰσχύνομαι
ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθω̃ ἐκ τη̃ς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτω̃ν
καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τω̃ν χρεοφειλετω̃ν του̃ κυρίου ἑαυτου̃ ἔλεγεν τω̨̃ πρώτω̨ πόσον ὀφείλεις τω̨̃ κυρίω̨ μου
ὁ δὲ εἰ̃πεν ἑκατòν βάτους ἐλαίου ὁ δὲ εἰ̃πεν αὐτω̨̃ δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα
ἔπειτα ἑτέρω̨ εἰ̃πεν σὺ δὲ πόσον ὀφείλεις ὁ δὲ εἰ̃πεν ἑκατòν κόρους σίτου λέγει αὐτω̨̃ δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα
καὶ ἐπή̨νεσεν ὁ κύριος τòν οἰκονόμον τη̃ς ἀδικίας ὅτι φρονίμως ἐποίησεν ὅτι οἱ υἱοὶ του̃ αἰω̃νος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς του̃ φωτòς εἰς τὴν γενεὰν τὴν ἑαυτω̃ν εἰσιν
καὶ ἐγὼ ὑμι̃ν λέγω ἑαυτοι̃ς ποιήσατε φίλους ἐκ του̃ μαμωνα̃ τη̃ς ἀδικίας ἵνα ὅταν ἐκλίπη̨ δέξωνται ὑμα̃ς εἰς τὰς αἰωνίους σκηνάς
10 ὁ πιστòς ἐν ἐλαχίστω̨ καὶ ἐν πολλω̨̃ πιστός ἐστιν καὶ ὁ ἐν ἐλαχίστω̨ ἄδικος καὶ ἐν πολλω̨̃ ἄδικός ἐστιν
11 εἰ οὐ̃ν ἐν τω̨̃ ἀδίκω̨ μαμωνα̨̃ πιστοὶ οὐκ ἐγένεσθε τò ἀληθινòν τίς ὑμι̃ν πιστεύσει
12 καὶ εἰ ἐν τω̨̃ ἀλλοτρίω̨ πιστοὶ οὐκ ἐγένεσθε τò ὑμέτερον τίς ὑμι̃ν δώσει
13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τòν ἕνα μισήσει καὶ τòν ἕτερον ἀγαπήσει ἢ ἑνòς ἀνθέξεται καὶ του̃ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεω̨̃ δουλεύειν καὶ μαμωνα̨̃
14 ἤκουον δὲ ταυ̃τα πάντα οἱ Φαρισαι̃οι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν
15 καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἐστε οἱ δικαιου̃ντες ἑαυτοὺς ἐνώπιον τω̃ν ἀνθρώπων ὁ δὲ θεòς γινώσκει τὰς καρδίας ὑμω̃ν ὅτι τò ἐν ἀνθρώποις ὑψηλòν βδέλυγμα ἐνώπιον του̃ θεου̃
16 ὁ νόμος καὶ οἱ προφη̃ται μέχρι ’Ιωάννου ἀπò τότε ἡ βασιλεία του̃ θεου̃ εὐαγγελίζεται καὶ πα̃ς εἰς αὐτὴν βιάζεται
17 εὐκοπώτερον δέ ἐστιν τòν οὐρανòν καὶ τὴν γη̃ν παρελθει̃ν ἢ του̃ νόμου μίαν κεραίαν πεσει̃ν
18 πα̃ς ὁ ἀπολύων τὴν γυναι̃κα αὐτου̃ καὶ γαμω̃ν ἑτέραν μοιχεύει καὶ ὁ ἀπολελυμένην ἀπò ἀνδρòς γαμω̃ν μοιχεύει
19 ἄνθρωπος δέ τις ἠ̃ν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρω̃ς
20 πτωχòς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρòς τòν πυλω̃να αὐτου̃ εἱλκωμένος
21 καὶ ἐπιθυμω̃ν χορτασθη̃ναι ἀπò τω̃ν πιπτόντων ἀπò τη̃ς τραπέζης του̃ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτου̃
22 ἐγένετο δὲ ἀποθανει̃ν τòν πτωχòν καὶ ἀπενεχθη̃ναι αὐτòν ὑπò τω̃ν ἀγγέλων εἰς τòν κόλπον ’Αβραάμ ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη
23 καὶ ἐν τω̨̃ ἅ̨δη̨ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ ὑπάρχων ἐν βασάνοις ὁρα̨̃ ’Αβραὰμ ἀπò μακρόθεν καὶ Λάζαρον ἐν τοι̃ς κόλποις αὐτου̃
24 καὶ αὐτòς φωνήσας εἰ̃πεν πάτερ ’Αβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψη̨ τò ἄκρον του̃ δακτύλου αὐτου̃ ὕδατος καὶ καταψύξη̨ τὴν γλω̃σσάν μου ὅτι ὀδυνω̃μαι ἐν τη̨̃ φλογὶ ταύτη̨
25 εἰ̃πεν δὲ ’Αβραάμ τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τη̨̃ ζωη̨̃ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά νυ̃ν δὲ ὡ̃δε παρακαλει̃ται σὺ δὲ ὀδυνα̃σαι
26 καὶ ἐν πα̃σι τούτοις μεταξὺ ἡμω̃ν καὶ ὑμω̃ν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβη̃ναι ἔνθεν πρòς ὑμα̃ς μὴ δύνωνται μηδὲ ἐκει̃θεν πρòς ἡμα̃ς διαπερω̃σιν
27 εἰ̃πεν δέ ἐρωτω̃ σε οὐ̃ν πάτερ ἵνα πέμψη̨ς αὐτòν εἰς τòν οἰ̃κον του̃ πατρός μου
28 ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοι̃ς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τòν τόπον του̃τον τη̃ς βασάνου
29 λέγει δὲ ’Αβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτω̃ν
30 ὁ δὲ εἰ̃πεν οὐχί πάτερ ’Αβραάμ ἀλλ' ἐάν τις ἀπò νεκρω̃ν πορευθη̨̃ πρòς αὐτοὺς μετανοήσουσιν
31 εἰ̃πεν δὲ αὐτω̨̃ εἰ Μωϋσέως καὶ τω̃ν προφητω̃ν οὐκ ἀκούουσιν οὐδ' ἐάν τις ἐκ νεκρω̃ν ἀναστη̨̃ πεισθήσονται
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).