1 εἰ̃πεν δὲ πρòς τοὺς μαθητὰς αὐτου̃ ἀνένδεκτόν ἐστιν του̃ τὰ σκάνδαλα μὴ ἐλθει̃ν πλὴν οὐαὶ δι' οὑ̃ ἔρχεται |
2 λυσιτελει̃ αὐτω̨̃ εἰ λίθος μυλικòς περίκειται περὶ τòν τράχηλον αὐτου̃ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίση̨ τω̃ν μικρω̃ν τούτων ἕνα |
3 προσέχετε ἑαυτοι̃ς ἐὰν ἁμάρτη̨ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτω̨̃ καὶ ἐὰν μετανοήση̨ ἄφες αὐτω̨̃ |
4 καὶ ἐὰν ἑπτάκις τη̃ς ἡμέρας ἁμαρτήση̨ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψη̨ πρòς σὲ λέγων μετανοω̃ ἀφήσεις αὐτω̨̃ |
5 καὶ εἰ̃παν οἱ ἀπόστολοι τω̨̃ κυρίω̨ πρόσθες ἡμι̃ν πίστιν |
6 εἰ̃πεν δὲ ὁ κύριος εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τη̨̃ συκαμίνω̨ ταύτη̨ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τη̨̃ θαλάσση̨ καὶ ὑπήκουσεν ἂν ὑμι̃ν |
7 τίς δὲ ἐξ ὑμω̃ν δου̃λον ἔχων ἀροτριω̃ντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ του̃ ἀγρου̃ ἐρει̃ αὐτω̨̃ εὐθέως παρελθὼν ἀνάπεσε |
8 ἀλλ' οὐχὶ ἐρει̃ αὐτω̨̃ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταυ̃τα φάγεσαι καὶ πίεσαι σύ |
9 μὴ ἔχει χάριν τω̨̃ δούλω̨ ὅτι ἐποίησεν τὰ διαταχθέντα |
10 οὕτως καὶ ὑμει̃ς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμι̃ν λέγετε ὅτι δου̃λοι ἀχρει̃οί ἐσμεν ὃ ὠφείλομεν ποιη̃σαι πεποιήκαμεν |
11 καὶ ἐγένετο ἐν τω̨̃ πορεύεσθαι εἰς ’Ιερουσαλὴμ καὶ αὐτòς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας |
12 καὶ εἰσερχομένου αὐτου̃ εἴς τινα κώμην ἀπήντησαν αὐτω̨̃ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν |
13 καὶ αὐτοὶ ἠ̃ραν φωνὴν λέγοντες ’Ιησου̃ ἐπιστάτα ἐλέησον ἡμα̃ς |
14 καὶ ἰδὼν εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοι̃ς ἱερευ̃σιν καὶ ἐγένετο ἐν τω̨̃ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν |
15 εἱ̃ς δὲ ἐξ αὐτω̃ν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνη̃ς μεγάλης δοξάζων τòν θεόν |
16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτου̃ εὐχαριστω̃ν αὐτω̨̃ καὶ αὐτòς ἠ̃ν Σαμαρίτης |
17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα που̃ |
18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δου̃ναι δόξαν τω̨̃ θεω̨̃ εἰ μὴ ὁ ἀλλογενὴς οὑ̃τος |
19 καὶ εἰ̃πεν αὐτω̨̃ ἀναστὰς πορεύου ἡ πίστις σου σέσωκέν σε |
20 ἐπερωτηθεὶς δὲ ὑπò τω̃ν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία του̃ θεου̃ ἀπεκρίθη αὐτοι̃ς καὶ εἰ̃πεν οὐκ ἔρχεται ἡ βασιλεία του̃ θεου̃ μετὰ παρατηρήσεως |
21 οὐδὲ ἐρου̃σιν ἰδοὺ ὡ̃δε ἤ ἐκει̃ ἰδοὺ γὰρ ἡ βασιλεία του̃ θεου̃ ἐντòς ὑμω̃ν ἐστιν |
22 εἰ̃πεν δὲ πρòς τοὺς μαθητάς ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τω̃ν ἡμερω̃ν του̃ υἱου̃ του̃ ἀνθρώπου ἰδει̃ν καὶ οὐκ ὄψεσθε |
23 καὶ ἐρου̃σιν ὑμι̃ν ἰδοὺ ἐκει̃ ἤ ἰδοὺ ὡ̃δε μὴ ἀπέλθητε μηδὲ διώξητε |
24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τη̃ς ὑπò τòν οὐρανòν εἰς τὴν ὑπ' οὐρανòν λάμπει οὕτως ἔσται ὁ υἱòς του̃ ἀνθρώπου ἐν τη̨̃ ἡμέρα̨ αὐτου̃ |
25 πρω̃τον δὲ δει̃ αὐτòν πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ἀπò τη̃ς γενεα̃ς ταύτης |
26 καὶ καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Νω̃ε οὕτως ἔσται καὶ ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ του̃ ἀνθρώπου |
27 ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἡ̃ς ἡμέρας εἰση̃λθεν Νω̃ε εἰς τὴν κιβωτόν καὶ ἠ̃λθεν ὁ κατακλυσμòς καὶ ἀπώλεσεν πάντας |
28 ὁμοίως καθὼς ἐγένετο ἐν ται̃ς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ὠ̨κοδόμουν |
29 ἡ̨̃ δὲ ἡμέρα̨ ἐξη̃λθεν Λὼτ ἀπò Σοδόμων ἔβρεξεν πυ̃ρ καὶ θει̃ον ἀπ' οὐρανου̃ καὶ ἀπώλεσεν πάντας |
30 κατὰ τὰ αὐτὰ ἔσται ἡ̨̃ ἡμέρα̨ ὁ υἱòς του̃ ἀνθρώπου ἀποκαλύπτεται |
31 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὃς ἔσται ἐπὶ του̃ δώματος καὶ τὰ σκεύη αὐτου̃ ἐν τη̨̃ οἰκία̨ μὴ καταβάτω ἀ̃ραι αὐτά καὶ ὁ ἐν ἀγρω̨̃ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω |
32 μνημονεύετε τη̃ς γυναικòς Λώτ |
33 ὃς ἐὰν ζητήση̨ τὴν ψυχὴν αὐτου̃ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ ζω̨ογονήσει αὐτήν |
34 λέγω ὑμι̃ν ταύτη̨ τη̨̃ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μια̃ς ὁ εἱ̃ς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται |
35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τò αὐτό ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται |
|
37 καὶ ἀποκριθέντες λέγουσιν αὐτω̨̃ που̃ κύριε ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ὅπου τò σω̃μα ἐκει̃ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται |