1 καὶ ἐγένετο ἐν μια̨̃ τω̃ν ἡμερω̃ν διδάσκοντος αὐτου̃ τòν λαòν ἐν τω̨̃ ἱερω̨̃ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς σὺν τοι̃ς πρεσβυτέροις |
2 καὶ εἰ̃παν λέγοντες πρòς αὐτόν εἰπòν ἡμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην |
3 ἀποκριθεὶς δὲ εἰ̃πεν πρòς αὐτούς ἐρωτήσω ὑμα̃ς κἀγὼ λόγον καὶ εἴπατέ μοι |
4 τò βάπτισμα ’Ιωάννου ἐξ οὐρανου̃ ἠ̃ν ἢ ἐξ ἀνθρώπων |
5 οἱ δὲ συνελογίσαντο πρòς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ διὰ τί οὐκ ἐπιστεύσατε αὐτω̨̃ |
6 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων ὁ λαòς ἅπας καταλιθάσει ἡμα̃ς πεπεισμένος γάρ ἐστιν ’Ιωάννην προφήτην εἰ̃ναι |
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν |
8 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃ |
9 ἤρξατο δὲ πρòς τòν λαòν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελω̃να καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς |
10 καὶ καιρω̨̃ ἀπέστειλεν πρòς τοὺς γεωργοὺς δου̃λον ἵνα ἀπò του̃ καρπου̃ του̃ ἀμπελω̃νος δώσουσιν αὐτω̨̃ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτòν δείραντες κενόν |
11 καὶ προσέθετο ἕτερον πέμψαι δου̃λον οἱ δὲ κἀκει̃νον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν |
12 καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ του̃τον τραυματίσαντες ἐξέβαλον |
13 εἰ̃πεν δὲ ὁ κύριος του̃ ἀμπελω̃νος τί ποιήσω πέμψω τòν υἱόν μου τòν ἀγαπητόν ἴσως του̃τον ἐντραπήσονται |
14 ἰδόντες δὲ αὐτòν οἱ γεωργοὶ διελογίζοντο πρòς ἀλλήλους λέγοντες οὑ̃τός ἐστιν ὁ κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμω̃ν γένηται ἡ κληρονομία |
15 καὶ ἐκβαλόντες αὐτòν ἔξω του̃ ἀμπελω̃νος ἀπέκτειναν τί οὐ̃ν ποιήσει αὐτοι̃ς ὁ κύριος του̃ ἀμπελω̃νος |
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τòν ἀμπελω̃να ἄλλοις ἀκούσαντες δὲ εἰ̃παν μὴ γένοιτο |
17 ὁ δὲ ἐμβλέψας αὐτοι̃ς εἰ̃πεν τί οὐ̃ν ἐστιν τò γεγραμμένον του̃το λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας |
18 πα̃ς ὁ πεσὼν ἐπ' ἐκει̃νον τòν λίθον συνθλασθήσεται ἐφ' ὃν δ' ἂν πέση̨ λικμήσει αὐτόν |
19 καὶ ἐζήτησαν οἱ γραμματει̃ς καὶ οἱ ἀρχιερει̃ς ἐπιβαλει̃ν ἐπ' αὐτòν τὰς χει̃ρας ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ καὶ ἐφοβήθησαν τòν λαόν ἔγνωσαν γὰρ ὅτι πρòς αὐτοὺς εἰ̃πεν τὴν παραβολὴν ταύτην |
20 καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἰ̃ναι ἵνα ἐπιλάβωνται αὐτου̃ λόγου ὥστε παραδου̃ναι αὐτòν τη̨̃ ἀρχη̨̃ καὶ τη̨̃ ἐξουσία̨ του̃ ἡγεμόνος |
21 καὶ ἐπηρώτησαν αὐτòν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθω̃ς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδòν του̃ θεου̃ διδάσκεις |
22 ἔξεστιν ἡμα̃ς Καίσαρι φόρον δου̃ναι ἢ οὔ |
23 κατανοήσας δὲ αὐτω̃ν τὴν πανουργίαν εἰ̃πεν πρòς αὐτούς |
24 δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν οἱ δὲ εἰ̃παν Καίσαρος |
25 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃ |
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτου̃ ῥήματος ἐναντίον του̃ λαου̃ καὶ θαυμάσαντες ἐπὶ τη̨̃ ἀποκρίσει αὐτου̃ ἐσίγησαν |
27 προσελθόντες δέ τινες τω̃ν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἰ̃ναι ἐπηρώτησαν αὐτòν |
28 λέγοντες διδάσκαλε Μωϋση̃ς ἔγραψεν ἡμι̃ν ἐάν τινος ἀδελφòς ἀποθάνη̨ ἔχων γυναι̃κα καὶ οὑ̃τος ἄτεκνος ἠ̨̃ ἵνα λάβη̨ ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα καὶ ἐξαναστήση̨ σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ |
29 ἑπτὰ οὐ̃ν ἀδελφοὶ ἠ̃σαν καὶ ὁ πρω̃τος λαβὼν γυναι̃κα ἀπέθανεν ἄτεκνος |
|
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον |
32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν |
33 ἡ γυνὴ οὐ̃ν ἐν τη̨̃ ἀναστάσει τίνος αὐτω̃ν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναι̃κα |
34 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς οἱ υἱοὶ του̃ αἰω̃νος τούτου γαμου̃σιν καὶ γαμίσκονται |
35 οἱ δὲ καταξιωθέντες του̃ αἰω̃νος ἐκείνου τυχει̃ν καὶ τη̃ς ἀναστάσεως τη̃ς ἐκ νεκρω̃ν οὔτε γαμου̃σιν οὔτε γαμίζονται |
36 οὐδὲ γὰρ ἀποθανει̃ν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεου̃ τη̃ς ἀναστάσεως υἱοὶ ὄντες |
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋση̃ς ἐμήνυσεν ἐπὶ τη̃ς βάτου ὡς λέγει κύριον τòν θεòν ’Αβραὰμ καὶ θεòν ’Ισαὰκ καὶ θεòν ’Ιακώβ |
38 θεòς δὲ οὐκ ἔστιν νεκρω̃ν ἀλλὰ ζώντων πάντες γὰρ αὐτω̨̃ ζω̃σιν |
39 ἀποκριθέντες δέ τινες τω̃ν γραμματέων εἰ̃παν διδάσκαλε καλω̃ς εἰ̃πας |
40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτα̃ν αὐτòν οὐδέν |
41 εἰ̃πεν δὲ πρòς αὐτούς πω̃ς λέγουσιν τòν Χριστòν εἰ̃ναι Δαυὶδ υἱόν |
42 αὐτòς γὰρ Δαυὶδ λέγει ἐν βίβλω̨ ψαλμω̃ν εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου |
43 ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου |
44 Δαυὶδ οὐ̃ν κύριον αὐτòν καλει̃ καὶ πω̃ς αὐτου̃ υἱός ἐστιν |
45 ἀκούοντος δὲ παντòς του̃ λαου̃ εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ |
46 προσέχετε ἀπò τω̃ν γραμματέων τω̃ν θελόντων περιπατει̃ν ἐν στολαι̃ς καὶ φιλούντων ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς καὶ πρωτοκαθεδρίας ἐν ται̃ς συναγωγαι̃ς καὶ πρωτοκλισίας ἐν τοι̃ς δείπνοις |
47 οἳ κατεσθίουσιν τὰς οἰκίας τω̃ν χηρω̃ν καὶ προφάσει μακρὰ προσεύχονται οὑ̃τοι λήμψονται περισσότερον κρίμα |