1 ἀναβλέψας δὲ εἰ̃δεν τοὺς βάλλοντας εἰς τò γαζοφυλάκιον τὰ δω̃ρα αὐτω̃ν πλουσίους |
2 εἰ̃δεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκει̃ λεπτὰ δύο |
3 καὶ εἰ̃πεν ἀληθω̃ς λέγω ὑμι̃ν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλει̃ον πάντων ἔβαλεν |
4 πάντες γὰρ οὑ̃τοι ἐκ του̃ περισσεύοντος αὐτοι̃ς ἔβαλον εἰς τὰ δω̃ρα αὕτη δὲ ἐκ του̃ ὑστερήματος αὐτη̃ς πάντα τòν βίον ὃν εἰ̃χεν ἔβαλεν |
5 καί τινων λεγόντων περὶ του̃ ἱερου̃ ὅτι λίθοις καλοι̃ς καὶ ἀναθήμασιν κεκόσμηται εἰ̃πεν |
6 ταυ̃τα ἃ θεωρει̃τε ἐλεύσονται ἡμέραι ἐν αἱ̃ς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθω̨ ὃς οὐ καταλυθήσεται |
7 ἐπηρώτησαν δὲ αὐτòν λέγοντες διδάσκαλε πότε οὐ̃ν ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον ὅταν μέλλη̨ ταυ̃τα γίνεσθαι |
8 ὁ δὲ εἰ̃πεν βλέπετε μὴ πλανηθη̃τε πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ἐγώ εἰμι καί ὁ καιρòς ἤγγικεν μὴ πορευθη̃τε ὀπίσω αὐτω̃ν |
9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας μὴ πτοηθη̃τε δει̃ γὰρ ταυ̃τα γενέσθαι πρω̃τον ἀλλ' οὐκ εὐθέως τò τέλος |
10 τότε ἔλεγεν αὐτοι̃ς ἐγερθήσεται ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν |
11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται φόβητρά τε καὶ ἀπ' οὐρανου̃ σημει̃α μεγάλα ἔσται |
12 πρò δὲ τούτων πάντων ἐπιβαλου̃σιν ἐφ' ὑμα̃ς τὰς χει̃ρας αὐτω̃ν καὶ διώξουσιν παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς ἀπαγομένους ἐπὶ βασιλει̃ς καὶ ἡγεμόνας ἕνεκεν του̃ ὀνόματός μου |
13 ἀποβήσεται ὑμι̃ν εἰς μαρτύριον |
14 θέτε οὐ̃ν ἐν ται̃ς καρδίαις ὑμω̃ν μὴ προμελετα̃ν ἀπολογηθη̃ναι |
15 ἐγὼ γὰρ δώσω ὑμι̃ν στόμα καὶ σοφίαν ἡ̨̃ οὐ δυνήσονται ἀντιστη̃ναι ἢ ἀντειπει̃ν ἅπαντες οἱ ἀντικείμενοι ὑμι̃ν |
16 παραδοθήσεσθε δὲ καὶ ὑπò γονέων καὶ ἀδελφω̃ν καὶ συγγενω̃ν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμω̃ν |
17 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου |
18 καὶ θρὶξ ἐκ τη̃ς κεφαλη̃ς ὑμω̃ν οὐ μὴ ἀπόληται |
19 ἐν τη̨̃ ὑπομονη̨̃ ὑμω̃ν κτήσασθε τὰς ψυχὰς ὑμω̃ν |
20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπò στρατοπέδων ’Ιερουσαλήμ τότε γνω̃τε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτη̃ς |
21 τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσω̨ αὐτη̃ς ἐκχωρείτωσαν καὶ οἱ ἐν ται̃ς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν |
22 ὅτι ἡμέραι ἐκδικήσεως αὑ̃ταί εἰσιν του̃ πλησθη̃ναι πάντα τὰ γεγραμμένα |
23 οὐαὶ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τη̃ς γη̃ς καὶ ὀργὴ τω̨̃ λαω̨̃ τούτω̨ |
24 καὶ πεσου̃νται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσοντα εἰς τὰ ἔθνη πάντα καὶ ’Ιερουσαλὴμ ἔσται πατουμένη ὑπò ἐθνω̃ν ἄχρι οὑ̃ πληρωθω̃σιν καιροὶ ἐθνω̃ν |
25 καὶ ἔσονται σημει̃α ἐν ἡλίω̨ καὶ σελήνη̨ καὶ ἄστροις καὶ ἐπὶ τη̃ς γη̃ς συνοχὴ ἐθνω̃ν ἐν ἀπορία̨ ἤχους θαλάσσης καὶ σάλου |
26 ἀποψυχόντων ἀνθρώπων ἀπò φόβου καὶ προσδοκίας τω̃ν ἐπερχομένων τη̨̃ οἰκουμένη̨ αἱ γὰρ δυνάμεις τω̃ν οὐρανω̃ν σαλευθήσονται |
27 καὶ τότε ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλη̨ μετὰ δυνάμεως καὶ δόξης πολλη̃ς |
28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμω̃ν διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμω̃ν |
29 καὶ εἰ̃πεν παραβολὴν αὐτοι̃ς ἴδετε τὴν συκη̃ν καὶ πάντα τὰ δένδρα |
30 ὅταν προβάλωσιν ἤδη βλέποντες ἀφ' ἑαυτω̃ν γινώσκετε ὅτι ἤδη ἐγγὺς τò θέρος ἐστίν |
31 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε ταυ̃τα γινόμενα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία του̃ θεου̃ |
32 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται |
33 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται |
34 προσέχετε δὲ ἑαυτοι̃ς μήποτε βαρηθω̃σιν ὑμω̃ν αἱ καρδίαι ἐν κραιπάλη̨ καὶ μέθη̨ καὶ μερίμναις βιωτικαι̃ς καὶ ἐπιστη̨̃ ἐφ' ὑμα̃ς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη |
35 ὡς παγὶς ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς |
36 ἀγρυπνει̃τε δὲ ἐν παντὶ καιρω̨̃ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγει̃ν ταυ̃τα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθη̃ναι ἔμπροσθεν του̃ υἱου̃ του̃ ἀνθρώπου |
37 ἠ̃ν δὲ τὰς ἡμέρας ἐν τω̨̃ ἱερω̨̃ διδάσκων τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τò ὄρος τò καλούμενον ἐλαιω̃ν |
38 καὶ πα̃ς ὁ λαòς ὤρθριζεν πρòς αὐτòν ἐν τω̨̃ ἱερω̨̃ ἀκούειν αὐτου̃ |