1 ἤγγιζεν δὲ ἡ ἑορτὴ τω̃ν ἀζύμων ἡ λεγομένη πάσχα |
2 καὶ ἐζήτουν οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς τò πω̃ς ἀνέλωσιν αὐτόν ἐφοβου̃ντο γὰρ τòν λαόν |
3 εἰση̃λθεν δὲ Σατανα̃ς εἰς ’Ιούδαν τòν καλούμενον ’Ισκαριώτην ὄντα ἐκ του̃ ἀριθμου̃ τω̃ν δώδεκα |
4 καὶ ἀπελθὼν συνελάλησεν τοι̃ς ἀρχιερευ̃σιν καὶ στρατηγοι̃ς τò πω̃ς αὐτοι̃ς παραδω̨̃ αὐτόν |
5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτω̨̃ ἀργύριον δου̃ναι |
6 καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν του̃ παραδου̃ναι αὐτòν ἄτερ ὄχλου αὐτοι̃ς |
7 ἠ̃λθεν δὲ ἡ ἡμέρα τω̃ν ἀζύμων ἐν ἡ̨̃ ἔδει θύεσθαι τò πάσχα |
8 καὶ ἀπέστειλεν πέτρον καὶ ’Ιωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμι̃ν τò πάσχα ἵνα φάγωμεν |
9 οἱ δὲ εἰ̃παν αὐτω̨̃ που̃ θέλεις ἑτοιμάσωμεν |
10 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ εἰσελθόντων ὑμω̃ν εἰς τὴν πόλιν συναντήσει ὑμι̃ν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτω̨̃ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται |
11 καὶ ἐρει̃τε τω̨̃ οἰκοδεσπότη̨ τη̃ς οἰκίας λέγει σοι ὁ διδάσκαλος που̃ ἐστιν τò κατάλυμα ὅπου τò πάσχα μετὰ τω̃ν μαθητω̃ν μου φάγω |
12 κἀκει̃νος ὑμι̃ν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκει̃ ἑτοιμάσατε |
13 ἀπελθόντες δὲ εὑ̃ρον καθὼς εἰρήκει αὐτοι̃ς καὶ ἡτοίμασαν τò πάσχα |
14 καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτω̨̃ |
15 καὶ εἰ̃πεν πρòς αὐτούς ἐπιθυμία̨ ἐπεθύμησα του̃το τò πάσχα φαγει̃ν μεθ' ὑμω̃ν πρò του̃ με παθει̃ν |
16 λέγω γὰρ ὑμι̃ν ὅτι οὐ μὴ φάγω αὐτò ἕως ὅτου πληρωθη̨̃ ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ |
17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἰ̃πεν λάβετε του̃το καὶ διαμερίσατε εἰς ἑαυτούς |
18 λέγω γὰρ ὑμι̃ν ὅτι οὐ μὴ πίω ἀπò του̃ νυ̃ν ἀπò του̃ γενήματος τη̃ς ἀμπέλου ἕως οὑ̃ ἡ βασιλεία του̃ θεου̃ ἔλθη̨ |
19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοι̃ς λέγων του̃τό ἐστιν τò σω̃μά μου τò ὑπὲρ ὑμω̃ν διδόμενον του̃το ποιει̃τε εἰς τὴν ἐμὴν ἀνάμνησιν |
20 καὶ τò ποτήριον ὡσαύτως μετὰ τò δειπνη̃σαι λέγων του̃το τò ποτήριον ἡ καινὴ διαθήκη ἐν τω̨̃ αἵματί μου τò ὑπὲρ ὑμω̃ν ἐκχυννόμενον |
21 πλὴν ἰδοὺ ἡ χεὶρ του̃ παραδιδόντος με μετ' ἐμου̃ ἐπὶ τη̃ς τραπέζης |
22 ὅτι ὁ υἱòς μὲν του̃ ἀνθρώπου κατὰ τò ὡρισμένον πορεύεται πλὴν οὐαὶ τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ δι' οὑ̃ παραδίδοται |
23 καὶ αὐτοὶ ἤρξαντο συζητει̃ν πρòς ἑαυτοὺς τò τίς ἄρα εἴη ἐξ αὐτω̃ν ὁ του̃το μέλλων πράσσειν |
24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοι̃ς τò τίς αὐτω̃ν δοκει̃ εἰ̃ναι μείζων |
25 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οἱ βασιλει̃ς τω̃ν ἐθνω̃ν κυριεύουσιν αὐτω̃ν καὶ οἱ ἐξουσιάζοντες αὐτω̃ν εὐεργέται καλου̃νται |
26 ὑμει̃ς δὲ οὐχ οὕτως ἀλλ' ὁ μείζων ἐν ὑμι̃ν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονω̃ν |
27 τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονω̃ν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσω̨ ὑμω̃ν εἰμι ὡς ὁ διακονω̃ν |
28 ὑμει̃ς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμου̃ ἐν τοι̃ς πειρασμοι̃ς μου |
29 κἀγὼ διατίθεμαι ὑμι̃ν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν |
30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τη̃ς τραπέζης μου ἐν τη̨̃ βασιλεία̨ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες του̃ ’Ισραήλ |
31 Σίμων Σίμων ἰδοὺ ὁ Σατανα̃ς ἐξη̨τήσατο ὑμα̃ς του̃ σινιάσαι ὡς τòν σι̃τον |
32 ἐγὼ δὲ ἐδεήθην περὶ σου̃ ἵνα μὴ ἐκλίπη̨ ἡ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου |
33 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ κύριε μετὰ σου̃ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι |
34 ὁ δὲ εἰ̃πεν λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήση̨ εἰδέναι |
35 καὶ εἰ̃πεν αὐτοι̃ς ὅτε ἀπέστειλα ὑμα̃ς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἰ̃παν οὐθενός |
36 εἰ̃πεν δὲ αὐτοι̃ς ἀλλὰ νυ̃ν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τò ἱμάτιον αὐτου̃ καὶ ἀγορασάτω μάχαιραν |
37 λέγω γὰρ ὑμι̃ν ὅτι του̃το τò γεγραμμένον δει̃ τελεσθη̃ναι ἐν ἐμοί τò καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τò περὶ ἐμου̃ τέλος ἔχει |
38 οἱ δὲ εἰ̃παν κύριε ἰδοὺ μάχαιραι ὡ̃δε δύο ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἱκανόν ἐστιν |
39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τò ἔθος εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν ἠκολούθησαν δὲ αὐτω̨̃ καὶ οἱ μαθηταί |
40 γενόμενος δὲ ἐπὶ του̃ τόπου εἰ̃πεν αὐτοι̃ς προσεύχεσθε μὴ εἰσελθει̃ν εἰς πειρασμόν |
41 καὶ αὐτòς ἀπεσπάσθη ἀπ' αὐτω̃ν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο |
42 λέγων πάτερ εἰ βούλει παρένεγκε του̃το τò ποτήριον ἀπ' ἐμου̃ πλὴν μὴ τò θέλημά μου ἀλλὰ τò σòν γινέσθω |
43 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος ἀπ' οὐρανου̃ ἐνισχύων αὐτόν |
44 καὶ γενόμενος ἐν ἀγωνία̨ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ὁ ἱδρὼς αὐτου̃ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γη̃ν |
45 καὶ ἀναστὰς ἀπò τη̃ς προσευχη̃ς ἐλθὼν πρòς τοὺς μαθητὰς εὑ̃ρεν κοιμωμένους αὐτοὺς ἀπò τη̃ς λύπης |
46 καὶ εἰ̃πεν αὐτοι̃ς τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν |
47 ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος ’Ιούδας εἱ̃ς τω̃ν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τω̨̃ ’Ιησου̃ φιλη̃σαι αὐτόν |
48 ’Ιησου̃ς δὲ εἰ̃πεν αὐτω̨̃ ’Ιούδα φιλήματι τòν υἱòν του̃ ἀνθρώπου παραδίδως |
49 ἰδόντες δὲ οἱ περὶ αὐτòν τò ἐσόμενον εἰ̃παν κύριε εἰ πατάξομεν ἐν μαχαίρη̨ |
50 καὶ ἐπάταξεν εἱ̃ς τις ἐξ αὐτω̃ν του̃ ἀρχιερέως τòν δου̃λον καὶ ἀφει̃λεν τò οὐ̃ς αὐτου̃ τò δεξιόν |
51 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ἐα̃τε ἕως τούτου καὶ ἁψάμενος του̃ ὠτίου ἰάσατο αὐτόν |
52 εἰ̃πεν δὲ ’Ιησου̃ς πρòς τοὺς παραγενομένους ἐπ' αὐτòν ἀρχιερει̃ς καὶ στρατηγοὺς του̃ ἱερου̃ καὶ πρεσβυτέρους ὡς ἐπὶ λη̨στὴν ἐξήλθατε μετὰ μαχαιρω̃ν καὶ ξύλων |
53 καθ' ἡμέραν ὄντος μου μεθ' ὑμω̃ν ἐν τω̨̃ ἱερω̨̃ οὐκ ἐξετείνατε τὰς χει̃ρας ἐπ' ἐμέ ἀλλ' αὕτη ἐστὶν ὑμω̃ν ἡ ὥρα καὶ ἡ ἐξουσία του̃ σκότους |
54 συλλαβόντες δὲ αὐτòν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν του̃ ἀρχιερέως ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν |
55 περιαψάντων δὲ πυ̃ρ ἐν μέσω̨ τη̃ς αὐλη̃ς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτω̃ν |
56 ἰδου̃σα δὲ αὐτòν παιδίσκη τις καθήμενον πρòς τò φω̃ς καὶ ἀτενίσασα αὐτω̨̃ εἰ̃πεν καὶ οὑ̃τος σὺν αὐτω̨̃ ἠ̃ν |
57 ὁ δὲ ἠρνήσατο λέγων οὐκ οἰ̃δα αὐτόν γύναι |
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτòν ἔφη καὶ σὺ ἐξ αὐτω̃ν εἰ̃ ὁ δὲ Πέτρος ἔφη ἄνθρωπε οὐκ εἰμί |
59 καὶ διαστάσης ὡσεὶ ὥρας μια̃ς ἄλλος τις διϊσχυρίζετο λέγων ἐπ' ἀληθείας καὶ οὑ̃τος μετ' αὐτου̃ ἠ̃ν καὶ γὰρ Γαλιλαι̃ός ἐστιν |
60 εἰ̃πεν δὲ ὁ Πέτρος ἄνθρωπε οὐκ οἰ̃δα ὃ λέγεις καὶ παραχρη̃μα ἔτι λαλου̃ντος αὐτου̃ ἐφώνησεν ἀλέκτωρ |
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τω̨̃ Πέτρω̨ καὶ ὑπεμνήσθη ὁ Πέτρος του̃ ῥήματος του̃ κυρίου ὡς εἰ̃πεν αὐτω̨̃ ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι σήμερον ἀπαρνήση̨ με τρίς |
62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρω̃ς |
63 καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτòν ἐνέπαιζον αὐτω̨̃ δέροντες |
64 καὶ περικαλύψαντες αὐτòν ἐπηρώτων λέγοντες προφήτευσον τίς ἐστιν ὁ παίσας σε |
65 καὶ ἕτερα πολλὰ βλασφημου̃ντες ἔλεγον εἰς αὐτόν |
66 καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τò πρεσβυτέριον του̃ λαου̃ ἀρχιερει̃ς τε καὶ γραμματει̃ς καὶ ἀπήγαγον αὐτòν εἰς τò συνέδριον αὐτω̃ν |
67 λέγοντες εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπòν ἡμι̃ν εἰ̃πεν δὲ αὐτοι̃ς ἐὰν ὑμι̃ν εἴπω οὐ μὴ πιστεύσητε |
68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθη̃τε |
69 ἀπò του̃ νυ̃ν δὲ ἔσται ὁ υἱòς του̃ ἀνθρώπου καθήμενος ἐκ δεξιω̃ν τη̃ς δυνάμεως του̃ θεου̃ |
70 εἰ̃παν δὲ πάντες σὺ οὐ̃ν εἰ̃ ὁ υἱòς του̃ θεου̃ ὁ δὲ πρòς αὐτοὺς ἔφη ὑμει̃ς λέγετε ὅτι ἐγώ εἰμι |
71 οἱ δὲ εἰ̃παν τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπò του̃ στόματος αὐτου̃ |