Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 6

ἐγένετο δὲ ἐν σαββάτω̨ διαπορεύεσθαι αὐτòν διὰ σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτου̃ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ται̃ς χερσίν
τινὲς δὲ τω̃ν Φαρισαίων εἰ̃παν τί ποιει̃τε ὃ οὐκ ἔξεστιν τοι̃ς σάββασιν
καὶ ἀποκριθεὶς πρòς αὐτοὺς εἰ̃πεν ὁ ’Ιησου̃ς οὐδὲ του̃το ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν αὐτòς καὶ οἱ μετ' αὐτου̃ ὄντες
ὡς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ καὶ τοὺς ἄρτους τη̃ς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοι̃ς μετ' αὐτου̃ οὓς οὐκ ἔξεστιν φαγει̃ν εἰ μὴ μόνους τοὺς ἱερει̃ς
καὶ ἔλεγεν αὐτοι̃ς κύριός ἐστιν του̃ σαββάτου ὁ υἱòς του̃ ἀνθρώπου
ἐγένετο δὲ ἐν ἑτέρω̨ σαββάτω̨ εἰσελθει̃ν αὐτòν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἠ̃ν ἄνθρωπος ἐκει̃ καὶ ἡ χεὶρ αὐτου̃ ἡ δεξιὰ ἠ̃ν ξηρά
παρετηρου̃ντο δὲ αὐτòν οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι εἰ ἐν τω̨̃ σαββάτω̨ θεραπεύει ἵνα εὕρωσιν κατηγορει̃ν αὐτου̃
αὐτòς δὲ ἤ̨δει τοὺς διαλογισμοὺς αὐτω̃ν εἰ̃πεν δὲ τω̨̃ ἀνδρὶ τω̨̃ ξηρὰν ἔχοντι τὴν χει̃ρα ἔγειρε καὶ στη̃θι εἰς τò μέσον καὶ ἀναστὰς ἔστη
εἰ̃πεν δὲ ὁ ’Ιησου̃ς πρòς αὐτούς ἐπερωτω̃ ὑμα̃ς εἰ ἔξεστιν τω̨̃ σαββάτω̨ ἀγαθοποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀπολέσαι
10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἰ̃πεν αὐτω̨̃ ἔκτεινον τὴν χει̃ρά σου ὁ δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃
11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρòς ἀλλήλους τί ἂν ποιήσαιεν τω̨̃ ’Ιησου̃
12 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ταύταις ἐξελθει̃ν αὐτòν εἰς τò ὄρος προσεύξασθαι καὶ ἠ̃ν διανυκτερεύων ἐν τη̨̃ προσευχη̨̃ του̃ θεου̃
13 καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτου̃ καὶ ἐκλεξάμενος ἀπ' αὐτω̃ν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν
14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ ’Ανδρέαν τòν ἀδελφòν αὐτου̃ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην καὶ Φίλιππον καὶ Βαρθολομαι̃ον
15 καὶ Μαθθαι̃ον καὶ θωμα̃ν καὶ ’Ιάκωβον ‘Αλφαίου καὶ Σίμωνα τòν καλούμενον Ζηλωτὴν
16 καὶ ’Ιούδαν ’Ιακώβου καὶ ’Ιούδαν ’Ισκαριώθ ὃς ἐγένετο προδότης
17 καὶ καταβὰς μετ' αὐτω̃ν ἔστη ἐπὶ τόπου πεδινου̃ καὶ ὄχλος πολὺς μαθητω̃ν αὐτου̃ καὶ πλη̃θος πολὺ του̃ λαου̃ ἀπò πάσης τη̃ς ’Ιουδαίας καὶ ’Ιερουσαλὴμ καὶ τη̃ς παραλίου Τύρου καὶ Σιδω̃νος
18 οἳ ἠ̃λθον ἀκου̃σαι αὐτου̃ καὶ ἰαθη̃ναι ἀπò τω̃ν νόσων αὐτω̃ν καὶ οἱ ἐνοχλούμενοι ἀπò πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο
19 καὶ πα̃ς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτου̃ ὅτι δύναμις παρ' αὐτου̃ ἐξήρχετο καὶ ἰα̃το πάντας
20 καὶ αὐτòς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰς τοὺς μαθητὰς αὐτου̃ ἔλεγεν μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία του̃ θεου̃
21 μακάριοι οἱ πεινω̃ντες νυ̃ν ὅτι χορτασθήσεσθε μακάριοι οἱ κλαίοντες νυ̃ν ὅτι γελάσετε
22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμα̃ς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμα̃ς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τò ὄνομα ὑμω̃ν ὡς πονηρòν ἕνεκα του̃ υἱου̃ του̃ ἀνθρώπου
23 χάρητε ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ σκιρτήσατε ἰδοὺ γὰρ ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τω̨̃ οὐρανω̨̃ κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοι̃ς προφήταις οἱ πατέρες αὐτω̃ν
24 πλὴν οὐαὶ ὑμι̃ν τοι̃ς πλουσίοις ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμω̃ν
25 οὐαὶ ὑμι̃ν οἱ ἐμπεπλησμένοι νυ̃ν ὅτι πεινάσετε οὐαί οἱ γελω̃ντες νυ̃ν ὅτι πενθήσετε καὶ κλαύσετε
26 οὐαὶ ὅταν ὑμα̃ς καλω̃ς εἴπωσιν πάντες οἱ ἄνθρωποι κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοι̃ς ψευδοπροφήταις οἱ πατέρες αὐτω̃ν
27 ἀλλὰ ὑμι̃ν λέγω τοι̃ς ἀκούουσιν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καλω̃ς ποιει̃τε τοι̃ς μισου̃σιν ὑμα̃ς
28 εὐλογει̃τε τοὺς καταρωμένους ὑμα̃ς προσεύχεσθε περὶ τω̃ν ἐπηρεαζόντων ὑμα̃ς
29 τω̨̃ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ ἀπò του̃ αἴροντός σου τò ἱμάτιον καὶ τòν χιτω̃να μὴ κωλύση̨ς
30 παντὶ αἰτου̃ντί σε δίδου καὶ ἀπò του̃ αἴροντος τὰ σὰ μὴ ἀπαίτει
31 καὶ καθὼς θέλετε ἵνα ποιω̃σιν ὑμι̃ν οἱ ἄνθρωποι ποιει̃τε αὐτοι̃ς ὁμοίως
32 καὶ εἰ ἀγαπα̃τε τοὺς ἀγαπω̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπω̃ντας αὐτοὺς ἀγαπω̃σιν
33 καὶ γὰρ ἐὰν ἀγαθοποιη̃τε τοὺς ἀγαθοποιου̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ οἱ ἁμαρτωλοὶ τò αὐτò ποιου̃σιν
34 καὶ ἐὰν δανίσητε παρ' ὡ̃ν ἐλπίζετε λαβει̃ν ποία ὑμι̃ν χάρις ἐστίν καὶ ἁμαρτωλοὶ ἁμαρτωλοι̃ς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα
35 πλὴν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ ἀγαθοποιει̃τε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες καὶ ἔσται ὁ μισθòς ὑμω̃ν πολύς καὶ ἔσεσθε υἱοὶ ὑψίστου ὅτι αὐτòς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς
36 γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμω̃ν οἰκτίρμων ἐστίν
37 καὶ μὴ κρίνετε καὶ οὐ μὴ κριθη̃τε καὶ μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθη̃τε ἀπολύετε καὶ ἀπολυθήσεσθε
38 δίδοτε καὶ δοθήσεται ὑμι̃ν μέτρον καλòν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τòν κόλπον ὑμω̃ν ὡ̨̃ γὰρ μέτρω̨ μετρει̃τε ἀντιμετρηθήσεται ὑμι̃ν
39 εἰ̃πεν δὲ καὶ παραβολὴν αὐτοι̃ς μήτι δύναται τυφλòς τυφλòν ὁδηγει̃ν οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσου̃νται
40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τòν διδάσκαλον κατηρτισμένος δὲ πα̃ς ἔσται ὡς ὁ διδάσκαλος αὐτου̃
41 τί δὲ βλέπεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου τὴν δὲ δοκòν τὴν ἐν τω̨̃ ἰδίω̨ ὀφθαλμω̨̃ οὐ κατανοει̃ς
42 πω̃ς δύνασαι λέγειν τω̨̃ ἀδελφω̨̃ σου ἀδελφέ ἄφες ἐκβάλω τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ σου αὐτòς τὴν ἐν τω̨̃ ὀφθαλμω̨̃ σου̃ δοκòν οὐ βλέπων ὑποκριτά ἔκβαλε πρω̃τον τὴν δοκòν ἐκ του̃ ὀφθαλμου̃ σου̃ καὶ τότε διαβλέψεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου ἐκβαλει̃ν
43 οὐ γάρ ἐστιν δένδρον καλòν ποιου̃ν καρπòν σαπρόν οὐδὲ πάλιν δένδρον σαπρòν ποιου̃ν καρπòν καλόν
44 ἕκαστον γὰρ δένδρον ἐκ του̃ ἰδίου καρπου̃ γινώσκεται οὐ γὰρ ἐξ ἀκανθω̃ν συλλέγουσιν συ̃κα οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγω̃σιν
45 ὁ ἀγαθòς ἄνθρωπος ἐκ του̃ ἀγαθου̃ θησαυρου̃ τη̃ς καρδίας προφέρει τò ἀγαθόν καὶ ὁ πονηρòς ἐκ του̃ πονηρου̃ προφέρει τò πονηρόν ἐκ γὰρ περισσεύματος καρδίας λαλει̃ τò στόμα αὐτου̃
46 τί δέ με καλει̃τε κύριε κύριε καὶ οὐ ποιει̃τε ἃ λέγω
47 πα̃ς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τω̃ν λόγων καὶ ποιω̃ν αὐτούς ὑποδείξω ὑμι̃ν τίνι ἐστὶν ὅμοιος
48 ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδομου̃ντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμòς τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ οὐκ ἴσχυσεν σαλευ̃σαι αὐτὴν διὰ τò καλω̃ς οἰκοδομη̃σθαι αὐτήν
49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπω̨ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γη̃ν χωρὶς θεμελίου ἡ̨̃ προσέρηξεν ὁ ποταμός καὶ εὐθὺς συνέπεσεν καὶ ἐγένετο τò ῥη̃γμα τη̃ς οἰκίας ἐκείνης μέγα
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).