Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 7

ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτου̃ εἰς τὰς ἀκοὰς του̃ λαου̃ εἰση̃λθεν εἰς Καφαρναούμ
ἑκατοντάρχου δέ τινος δου̃λος κακω̃ς ἔχων ἤμελλεν τελευτα̃ν ὃς ἠ̃ν αὐτω̨̃ ἔντιμος
ἀκούσας δὲ περὶ του̃ ’Ιησου̃ ἀπέστειλεν πρòς αὐτòν πρεσβυτέρους τω̃ν ’Ιουδαίων ἐρωτω̃ν αὐτòν ὅπως ἐλθὼν διασώση̨ τòν δου̃λον αὐτου̃
οἱ δὲ παραγενόμενοι πρòς τòν ’Ιησου̃ν παρεκάλουν αὐτòν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ὡ̨̃ παρέξη̨ του̃το
ἀγαπα̨̃ γὰρ τò ἔθνος ἡμω̃ν καὶ τὴν συναγωγὴν αὐτòς ὠ̨κοδόμησεν ἡμι̃ν
ὁ δὲ ’Ιησου̃ς ἐπορεύετο σὺν αὐτοι̃ς ἤδη δὲ αὐτου̃ οὐ μακρὰν ἀπέχοντος ἀπò τη̃ς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτω̨̃ κύριε μὴ σκύλλου οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπò τὴν στέγην μου εἰσέλθη̨ς
διò οὐδὲ ἐμαυτòν ἠξίωσα πρòς σὲ ἐλθει̃ν ἀλλὰ εἰπὲ λόγω̨ καὶ ἰαθήτω ὁ παι̃ς μου
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπò ἐξουσίαν τασσόμενος ἔχων ὑπ' ἐμαυτòν στρατιώτας καὶ λέγω τούτω̨ πορεύθητι καὶ πορεύεται καὶ ἄλλω̨ ἔρχου καὶ ἔρχεται καὶ τω̨̃ δούλω̨ μου ποίησον του̃το καὶ ποιει̃
ἀκούσας δὲ ταυ̃τα ὁ ’Ιησου̃ς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τω̨̃ ἀκολουθου̃ντι αὐτω̨̃ ὄχλω̨ εἰ̃πεν λέγω ὑμι̃ν οὐδὲ ἐν τω̨̃ ’Ισραὴλ τοσαύτην πίστιν εὑ̃ρον
10 καὶ ὑποστρέψαντες εἰς τòν οἰ̃κον οἱ πεμφθέντες εὑ̃ρον τòν δου̃λον ὑγιαίνοντα
11 καὶ ἐγένετο ἐν τω̨̃ ἑξη̃ς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ καὶ ὄχλος πολύς
12 ὡς δὲ ἤγγισεν τη̨̃ πύλη̨ τη̃ς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱòς τη̨̃ μητρὶ αὐτου̃ καὶ αὐτὴ ἠ̃ν χήρα καὶ ὄχλος τη̃ς πόλεως ἱκανòς ἠ̃ν σὺν αὐτη̨̃
13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτη̨̃ καὶ εἰ̃πεν αὐτη̨̃ μὴ κλαι̃ε
14 καὶ προσελθὼν ἥψατο τη̃ς σορου̃ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἰ̃πεν νεανίσκε σοὶ λέγω ἐγέρθητι
15 καὶ ἀνεκάθισεν ὁ νεκρòς καὶ ἤρξατο λαλει̃ν καὶ ἔδωκεν αὐτòν τη̨̃ μητρὶ αὐτου̃
16 ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τòν θεòν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμι̃ν καὶ ὅτι ἐπεσκέψατο ὁ θεòς τòν λαòν αὐτου̃
17 καὶ ἐξη̃λθεν ὁ λόγος οὑ̃τος ἐν ὅλη̨ τη̨̃ ’Ιουδαία̨ περὶ αὐτου̃ καὶ πάση̨ τη̨̃ περιχώρω̨
18 καὶ ἀπήγγειλαν ’Ιωάννη̨ οἱ μαθηταὶ αὐτου̃ περὶ πάντων τούτων καὶ προσκαλεσάμενος δύο τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὁ ’Ιωάννης
19 ἔπεμψεν πρòς τòν κύριον λέγων σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκω̃μεν
20 παραγενόμενοι δὲ πρòς αὐτòν οἱ ἄνδρες εἰ̃παν ’Ιωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμα̃ς πρòς σὲ λέγων σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκω̃μεν
21 ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐθεράπευσεν πολλοὺς ἀπò νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρω̃ν καὶ τυφλοι̃ς πολλοι̃ς ἐχαρίσατο βλέπειν
22 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἀπαγγείλατε ’Ιωάννη̨ ἃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατου̃σιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθη̨̃ ἐν ἐμοί
24 ἀπελθόντων δὲ τω̃ν ἀγγέλων ’Ιωάννου ἤρξατο λέγειν πρòς τοὺς ὄχλους περὶ ’Ιωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπò ἀνέμου σαλευόμενον
25 ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν ἄνθρωπον ἐν μαλακοι̃ς ἱματίοις ἠμφιεσμένον ἰδοὺ οἱ ἐν ἱματισμω̨̃ ἐνδόξω̨ καὶ τρυφη̨̃ ὑπάρχοντες ἐν τοι̃ς βασιλείοις εἰσίν
26 ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν προφήτην ναί λέγω ὑμι̃ν καὶ περισσότερον προφήτου
27 οὑ̃τός ἐστιν περὶ οὑ̃ γέγραπται ἰδοὺ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
28 λέγω ὑμι̃ν μείζων ἐν γεννητοι̃ς γυναικω̃ν ’Ιωάννου οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τη̨̃ βασιλεία̨ του̃ θεου̃ μείζων αὐτου̃ ἐστιν
29 καὶ πα̃ς ὁ λαòς ἀκούσας καὶ οἱ τελω̃ναι ἐδικαίωσαν τòν θεόν βαπτισθέντες τò βάπτισμα ’Ιωάννου
30 οἱ δὲ Φαρισαι̃οι καὶ οἱ νομικοὶ τὴν βουλὴν του̃ θεου̃ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ' αὐτου̃
31 τίνι οὐ̃ν ὁμοιώσω τοὺς ἀνθρώπους τη̃ς γενεα̃ς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι
32 ὅμοιοί εἰσιν παιδίοις τοι̃ς ἐν ἀγορα̨̃ καθημένοις καὶ προσφωνου̃σιν ἀλλήλοις ἃ λέγει ηὐλήσαμεν ὑμι̃ν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε
33 ἐλήλυθεν γὰρ ’Ιωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἰ̃νον καὶ λέγετε δαιμόνιον ἔχει
34 ἐλήλυθεν ὁ υἱòς του̃ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης φίλος τελωνω̃ν καὶ ἁμαρτωλω̃ν
35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπò πάντων τω̃ν τέκνων αὐτη̃ς
36 ἠρώτα δέ τις αὐτòν τω̃ν Φαρισαίων ἵνα φάγη̨ μετ' αὐτου̃ καὶ εἰσελθὼν εἰς τòν οἰ̃κον του̃ Φαρισαίου κατεκλίθη
37 καὶ ἰδοὺ γυνὴ ἥτις ἠ̃ν ἐν τη̨̃ πόλει ἁμαρτωλός καὶ ἐπιγνου̃σα ὅτι κατάκειται ἐν τη̨̃ οἰκία̨ του̃ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου
38 καὶ στα̃σα ὀπίσω παρὰ τοὺς πόδας αὐτου̃ κλαίουσα τοι̃ς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτου̃ καὶ ται̃ς θριξὶν τη̃ς κεφαλη̃ς αὐτη̃ς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτου̃ καὶ ἤλειφεν τω̨̃ μύρω̨
39 ἰδὼν δὲ ὁ Φαρισαι̃ος ὁ καλέσας αὐτòν εἰ̃πεν ἐν ἑαυτω̨̃ λέγων οὑ̃τος εἰ ἠ̃ν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτου̃ ὅτι ἁμαρτωλός ἐστιν
40 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτόν Σίμων ἔχω σοί τι εἰπει̃ν ὁ δέ διδάσκαλε εἰπέ φησίν
41 δύο χρεοφειλέται ἠ̃σαν δανιστη̨̃ τινι ὁ εἱ̃ς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα
42 μὴ ἐχόντων αὐτω̃ν ἀποδου̃ναι ἀμφοτέροις ἐχαρίσατο τίς οὐ̃ν αὐτω̃ν πλει̃ον ἀγαπήσει αὐτόν
43 ἀποκριθεὶς Σίμων εἰ̃πεν ὑπολαμβάνω ὅτι ὡ̨̃ τò πλει̃ον ἐχαρίσατο ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ὀρθω̃ς ἔκρινας
44 καὶ στραφεὶς πρòς τὴν γυναι̃κα τω̨̃ Σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναι̃κα εἰση̃λθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοι̃ς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ται̃ς θριξὶν αὐτη̃ς ἐξέμαξεν
45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ' ἡ̃ς εἰση̃λθον οὐ διέλιπεν καταφιλου̃σά μου τοὺς πόδας
46 ἐλαίω̨ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρω̨ ἤλειψεν τοὺς πόδας μου
47 οὑ̃ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτη̃ς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ὡ̨̃ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπα̨̃
48 εἰ̃πεν δὲ αὐτη̨̃ ἀφέωνταί σου αἱ ἁμαρτίαι
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοι̃ς τίς οὑ̃τός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν
50 εἰ̃πεν δὲ πρòς τὴν γυναι̃κα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).