Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 8

καὶ ἐγένετο ἐν τω̨̃ καθεξη̃ς καὶ αὐτòς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν του̃ θεου̃ καὶ οἱ δώδεκα σὺν αὐτω̨̃
καὶ γυναι̃κές τινες αἳ ἠ̃σαν τεθεραπευμέναι ἀπò πνευμάτων πονηρω̃ν καὶ ἀσθενειω̃ν Μαρία ἡ καλουμένη Μαγδαληνή ἀφ' ἡ̃ς δαιμόνια ἑπτὰ ἐξεληλύθει
καὶ ’Ιωάννα γυνὴ Χουζα̃ ἐπιτρόπου ‘Ηρώ̨δου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτοι̃ς ἐκ τω̃ν ὑπαρχόντων αὐται̃ς
συνιόντος δὲ ὄχλου πολλου̃ καὶ τω̃ν κατὰ πόλιν ἐπιπορευομένων πρòς αὐτòν εἰ̃πεν διὰ παραβολη̃ς
ἐξη̃λθεν ὁ σπείρων του̃ σπει̃ραι τòν σπόρον αὐτου̃ καὶ ἐν τω̨̃ σπείρειν αὐτòν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατέφαγεν αὐτό
καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τò μὴ ἔχειν ἰκμάδα
καὶ ἕτερον ἔπεσεν ἐν μέσω̨ τω̃ν ἀκανθω̃ν καὶ συμφυει̃σαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γη̃ν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπòν ἑκατονταπλασίονα ταυ̃τα λέγων ἐφώνει ὁ ἔχων ὠ̃τα ἀκούειν ἀκουέτω
ἐπηρώτων δὲ αὐτòν οἱ μαθηταὶ αὐτου̃ τίς αὕτη εἴη ἡ παραβολή
10 ὁ δὲ εἰ̃πεν ὑμι̃ν δέδοται γνω̃ναι τὰ μυστήρια τη̃ς βασιλείας του̃ θεου̃ τοι̃ς δὲ λοιποι̃ς ἐν παραβολαι̃ς ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιω̃σιν
11 ἔστιν δὲ αὕτη ἡ παραβολή ὁ σπόρος ἐστὶν ὁ λόγος του̃ θεου̃
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες εἰ̃τα ἔρχεται ὁ διάβολος καὶ αἴρει τòν λόγον ἀπò τη̃ς καρδίας αὐτω̃ν ἵνα μὴ πιστεύσαντες σωθω̃σιν
13 οἱ δὲ ἐπὶ τη̃ς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρα̃ς δέχονται τòν λόγον καὶ οὑ̃τοι ῥίζαν οὐκ ἔχουσιν οἳ πρòς καιρòν πιστεύουσιν καὶ ἐν καιρω̨̃ πειρασμου̃ ἀφίστανται
14 τò δὲ εἰς τὰς ἀκάνθας πεσόν οὑ̃τοί εἰσιν οἱ ἀκούσαντες καὶ ὑπò μεριμνω̃ν καὶ πλούτου καὶ ἡδονω̃ν του̃ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφορου̃σιν
15 τò δὲ ἐν τη̨̃ καλη̨̃ γη̨̃ οὑ̃τοί εἰσιν οἵτινες ἐν καρδία̨ καλη̨̃ καὶ ἀγαθη̨̃ ἀκούσαντες τòν λόγον κατέχουσιν καὶ καρποφορου̃σιν ἐν ὑπομονη̨̃
16 οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτòν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ' ἐπὶ λυχνίας τίθησιν ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τò φω̃ς
17 οὐ γάρ ἐστιν κρυπτòν ὃ οὐ φανερòν γενήσεται οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθη̨̃ καὶ εἰς φανερòν ἔλθη̨
18 βλέπετε οὐ̃ν πω̃ς ἀκούετε ὃς ἂν γὰρ ἔχη̨ δοθήσεται αὐτω̨̃ καὶ ὃς ἂν μὴ ἔχη̨ καὶ ὃ δοκει̃ ἔχειν ἀρθήσεται ἀπ' αὐτου̃
19 παρεγένετο δὲ πρòς αὐτòν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οὐκ ἠδύναντο συντυχει̃ν αὐτω̨̃ διὰ τòν ὄχλον
20 ἀπηγγέλη δὲ αὐτω̨̃ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδει̃ν θέλοντές σε
21 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν πρòς αὐτούς μήτηρ μου καὶ ἀδελφοί μου οὑ̃τοί εἰσιν οἱ τòν λόγον του̃ θεου̃ ἀκούοντες καὶ ποιου̃ντες
22 ἐγένετο δὲ ἐν μια̨̃ τω̃ν ἡμερω̃ν καὶ αὐτòς ἐνέβη εἰς πλοι̃ον καὶ οἱ μαθηταὶ αὐτου̃ καὶ εἰ̃πεν πρòς αὐτούς διέλθωμεν εἰς τò πέραν τη̃ς λίμνης καὶ ἀνήχθησαν
23 πλεόντων δὲ αὐτω̃ν ἀφύπνωσεν καὶ κατέβη λαι̃λαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληρου̃ντο καὶ ἐκινδύνευον
24 προσελθόντες δὲ διήγειραν αὐτòν λέγοντες ἐπιστάτα ἐπιστάτα ἀπολλύμεθα ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τω̨̃ ἀνέμω̨ καὶ τω̨̃ κλύδωνι του̃ ὕδατος καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη
25 εἰ̃πεν δὲ αὐτοι̃ς που̃ ἡ πίστις ὑμω̃ν φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρòς ἀλλήλους τίς ἄρα οὑ̃τός ἐστιν ὅτι καὶ τοι̃ς ἀνέμοις ἐπιτάσσει καὶ τω̨̃ ὕδατι καὶ ὑπακούουσιν αὐτω̨̃
26 καὶ κατέπλευσαν εἰς τὴν χώραν τω̃ν γερασηνω̃ν ἥτις ἐστὶν ἀντιπέρα τη̃ς Γαλιλαίας
27 ἐξελθόντι δὲ αὐτω̨̃ ἐπὶ τὴν γη̃ν ὑπήντησεν ἀνήρ τις ἐκ τη̃ς πόλεως ἔχων δαιμόνια καὶ χρόνω̨ ἱκανω̨̃ οὐκ ἐνεδύσατο ἱμάτιον καὶ ἐν οἰκία̨ οὐκ ἔμενεν ἀλλ' ἐν τοι̃ς μνήμασιν
28 ἰδὼν δὲ τòν ’Ιησου̃ν ἀνακράξας προσέπεσεν αὐτω̨̃ καὶ φωνη̨̃ μεγάλη̨ εἰ̃πεν τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου δέομαί σου μή με βασανίση̨ς
29 παρήγγειλεν γὰρ τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ ἐξελθει̃ν ἀπò του̃ ἀνθρώπου πολλοι̃ς γὰρ χρόνοις συνηρπάκει αὐτόν καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπò του̃ δαιμονίου εἰς τὰς ἐρήμους
30 ἐπηρώτησεν δὲ αὐτòν ὁ ’Ιησου̃ς τί σοι ὄνομά ἐστιν ὁ δὲ εἰ̃πεν λεγιών ὅτι εἰση̃λθεν δαιμόνια πολλὰ εἰς αὐτόν
31 καὶ παρεκάλουν αὐτòν ἵνα μὴ ἐπιτάξη̨ αὐτοι̃ς εἰς τὴν ἄβυσσον ἀπελθει̃ν
32 ἠ̃ν δὲ ἐκει̃ ἀγέλη χοίρων ἱκανω̃ν βοσκομένη ἐν τω̨̃ ὄρει καὶ παρεκάλεσαν αὐτòν ἵνα ἐπιτρέψη̨ αὐτοι̃ς εἰς ἐκείνους εἰσελθει̃ν καὶ ἐπέτρεψεν αὐτοι̃ς
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπò του̃ ἀνθρώπου εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη
34 ἰδόντες δὲ οἱ βόσκοντες τò γεγονòς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς
35 ἐξη̃λθον δὲ ἰδει̃ν τò γεγονòς καὶ ἠ̃λθον πρòς τòν ’Ιησου̃ν καὶ εὑ̃ρον καθήμενον τòν ἄνθρωπον ἀφ' οὑ̃ τὰ δαιμόνια ἐξη̃λθεν ἱματισμένον καὶ σωφρονου̃ντα παρὰ τοὺς πόδας του̃ ’Ιησου̃ καὶ ἐφοβήθησαν
36 ἀπήγγειλαν δὲ αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐσώθη ὁ δαιμονισθείς
37 καὶ ἠρώτησεν αὐτòν ἅπαν τò πλη̃θος τη̃ς περιχώρου τω̃ν γερασηνω̃ν ἀπελθει̃ν ἀπ' αὐτω̃ν ὅτι φόβω̨ μεγάλω̨ συνείχοντο αὐτòς δὲ ἐμβὰς εἰς πλοι̃ον ὑπέστρεψεν
38 ἐδει̃το δὲ αὐτου̃ ὁ ἀνὴρ ἀφ' οὑ̃ ἐξεληλύθει τὰ δαιμόνια εἰ̃ναι σὺν αὐτω̨̃ ἀπέλυσεν δὲ αὐτòν λέγων
39 ὑπόστρεφε εἰς τòν οἰ̃κόν σου καὶ διηγου̃ ὅσα σοι ἐποίησεν ὁ θεός καὶ ἀπη̃λθεν καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς
40 ἐν δὲ τω̨̃ ὑποστρέφειν τòν ’Ιησου̃ν ἀπεδέξατο αὐτòν ὁ ὄχλος ἠ̃σαν γὰρ πάντες προσδοκω̃ντες αὐτόν
41 καὶ ἰδοὺ ἠ̃λθεν ἀνὴρ ὡ̨̃ ὄνομα ’Ιά ϊρος καὶ οὑ̃τος ἄρχων τη̃ς συναγωγη̃ς ὑπη̃ρχεν καὶ πεσὼν παρὰ τοὺς πόδας του̃ ’Ιησου̃ παρεκάλει αὐτòν εἰσελθει̃ν εἰς τòν οἰ̃κον αὐτου̃
42 ὅτι θυγάτηρ μονογενὴς ἠ̃ν αὐτω̨̃ ὡς ἐτω̃ν δώδεκα καὶ αὐτὴ ἀπέθνη̨σκεν ἐν δὲ τω̨̃ ὑπάγειν αὐτòν οἱ ὄχλοι συνέπνιγον αὐτόν
43 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος ἀπò ἐτω̃ν δώδεκα ἥτις ἰατροι̃ς προσαναλώσασα ὅλον τòν βίον οὐκ ἴσχυσεν ἀπ' οὐδενòς θεραπευθη̃ναι
44 προσελθου̃σα ὄπισθεν ἥψατο του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ καὶ παραχρη̃μα ἔστη ἡ ῥύσις του̃ αἵματος αὐτη̃ς
45 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς τίς ὁ ἁψάμενός μου ἀρνουμένων δὲ πάντων εἰ̃πεν ὁ Πέτρος ἐπιστάτα οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν
46 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυι̃αν ἀπ' ἐμου̃
47 ἰδου̃σα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἠ̃λθεν καὶ προσπεσου̃σα αὐτω̨̃ δι' ἣν αἰτίαν ἥψατο αὐτου̃ ἀπήγγειλεν ἐνώπιον παντòς του̃ λαου̃ καὶ ὡς ἰάθη παραχρη̃μα
48 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην
49 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχεταί τις παρὰ του̃ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου μηκέτι σκύλλε τòν διδάσκαλον
50 ὁ δὲ ’Ιησου̃ς ἀκούσας ἀπεκρίθη αὐτω̨̃ μὴ φοβου̃ μόνον πίστευσον καὶ σωθήσεται
51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφη̃κεν εἰσελθει̃ν τινα σὺν αὐτω̨̃ εἰ μὴ Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον καὶ τòν πατέρα τη̃ς παιδòς καὶ τὴν μητέρα
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν ὁ δὲ εἰ̃πεν μὴ κλαίετε οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει
53 καὶ κατεγέλων αὐτου̃ εἰδότες ὅτι ἀπέθανεν
54 αὐτòς δὲ κρατήσας τη̃ς χειρòς αὐτη̃ς ἐφώνησεν λέγων ἡ παι̃ς ἔγειρε
55 καὶ ἐπέστρεψεν τò πνευ̃μα αὐτη̃ς καὶ ἀνέστη παραχρη̃μα καὶ διέταξεν αὐτη̨̃ δοθη̃ναι φαγει̃ν
56 καὶ ἐξέστησαν οἱ γονει̃ς αὐτη̃ς ὁ δὲ παρήγγειλεν αὐτοι̃ς μηδενὶ εἰπει̃ν τò γεγονός
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).