Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 9

συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοι̃ς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν του̃ θεου̃ καὶ ἰα̃σθαι τοὺς ἀσθενει̃ς
καὶ εἰ̃πεν πρòς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτω̃νας ἔχειν
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκει̃ μένετε καὶ ἐκει̃θεν ἐξέρχεσθε
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμα̃ς ἐξερχόμενοι ἀπò τη̃ς πόλεως ἐκείνης τòν κονιορτòν ἀπò τω̃ν ποδω̃ν ὑμω̃ν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ' αὐτούς
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχου̃
ἤκουσεν δὲ ‘Ηρώ̨δης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τò λέγεσθαι ὑπό τινων ὅτι ’Ιωάννης ἠγέρθη ἐκ νεκρω̃ν
ὑπό τινων δὲ ὅτι ’Ηλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης τις τω̃ν ἀρχαίων ἀνέστη
εἰ̃πεν δὲ ‘Ηρώ̨δης ’Ιωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὑ̃τος περὶ οὑ̃ ἀκούω τοιαυ̃τα καὶ ἐζήτει ἰδει̃ν αὐτόν
10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτω̨̃ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ' ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτω̨̃ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοι̃ς περὶ τη̃ς βασιλείας του̃ θεου̃ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰα̃το
12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἰ̃παν αὐτω̨̃ ἀπόλυσον τòν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλω̨ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὡ̃δε ἐν ἐρήμω̨ τόπω̨ ἐσμέν
13 εἰ̃πεν δὲ πρòς αὐτούς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν οἱ δὲ εἰ̃παν οὐκ εἰσὶν ἡμι̃ν πλει̃ον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμει̃ς ἀγοράσωμεν εἰς πάντα τòν λαòν του̃τον βρώματα
14 ἠ̃σαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἰ̃πεν δὲ πρòς τοὺς μαθητὰς αὐτου̃ κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα
15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς παραθει̃ναι τω̨̃ ὄχλω̨
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τò περισσευ̃σαν αὐτοι̃ς κλασμάτων κόφινοι δώδεκα
18 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν προσευχόμενον κατὰ μόνας συνη̃σαν αὐτω̨̃ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων τίνα με λέγουσιν οἱ ὄχλοι εἰ̃ναι
19 οἱ δὲ ἀποκριθέντες εἰ̃παν ’Ιωάννην τòν βαπτιστήν ἄλλοι δὲ ’Ηλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τω̃ν ἀρχαίων ἀνέστη
20 εἰ̃πεν δὲ αὐτοι̃ς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι Πέτρος δὲ ἀποκριθεὶς εἰ̃πεν τòν Χριστòν του̃ θεου̃
21 ὁ δὲ ἐπιτιμήσας αὐτοι̃ς παρήγγειλεν μηδενὶ λέγειν του̃το
22 εἰπὼν ὅτι δει̃ τòν υἱòν του̃ ἀνθρώπου πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ἀπò τω̃ν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθη̃ναι
23 ἔλεγεν δὲ πρòς πάντας εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καθ' ἡμέραν καὶ ἀκολουθείτω μοι
24 ὃς γὰρ ἂν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ οὑ̃τος σώσει αὐτήν
25 τί γὰρ ὠφελει̃ται ἄνθρωπος κερδήσας τòν κόσμον ὅλον ἑαυτòν δὲ ἀπολέσας ἢ ζημιωθείς
26 ὃς γὰρ ἂν ἐπαισχυνθη̨̃ με καὶ τοὺς ἐμοὺς λόγους του̃τον ὁ υἱòς του̃ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθη̨ ἐν τη̨̃ δόξη̨ αὐτου̃ καὶ του̃ πατρòς καὶ τω̃ν ἁγίων ἀγγέλων
27 λέγω δὲ ὑμι̃ν ἀληθω̃ς εἰσίν τινες τω̃ν αὐτου̃ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν του̃ θεου̃
28 ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ ’Ιωάννην καὶ ’Ιάκωβον ἀνέβη εἰς τò ὄρος προσεύξασθαι
29 καὶ ἐγένετο ἐν τω̨̃ προσεύχεσθαι αὐτòν τò εἰ̃δος του̃ προσώπου αὐτου̃ ἕτερον καὶ ὁ ἱματισμòς αὐτου̃ λευκòς ἐξαστράπτων
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτω̨̃ οἵτινες ἠ̃σαν Μωϋση̃ς καὶ ’Ηλίας
31 οἳ ὀφθέντες ἐν δόξη̨ ἔλεγον τὴν ἔξοδον αὐτου̃ ἣν ἤμελλεν πληρου̃ν ἐν ’Ιερουσαλήμ
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτω̨̃ ἠ̃σαν βεβαρημένοι ὕπνω̨ διαγρηγορήσαντες δὲ εἰ̃δον τὴν δόξαν αὐτου̃ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστω̃τας αὐτω̨̃
33 καὶ ἐγένετο ἐν τω̨̃ διαχωρίζεσθαι αὐτοὺς ἀπ' αὐτου̃ εἰ̃πεν ὁ Πέτρος πρòς τòν ’Ιησου̃ν ἐπιστάτα καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν σκηνὰς τρει̃ς μίαν σοὶ καὶ μίαν Μωϋσει̃ καὶ μίαν ’Ηλία̨ μὴ εἰδὼς ὃ λέγει
34 ταυ̃τα δὲ αὐτου̃ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τω̨̃ εἰσελθει̃ν αὐτοὺς εἰς τὴν νεφέλην
35 καὶ φωνὴ ἐγένετο ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτου̃ ἀκούετε
36 καὶ ἐν τω̨̃ γενέσθαι τὴν φωνὴν εὑρέθη ’Ιησου̃ς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ται̃ς ἡμέραις οὐδὲν ὡ̃ν ἑώρακαν
37 ἐγένετο δὲ τη̨̃ ἑξη̃ς ἡμέρα̨ κατελθόντων αὐτω̃ν ἀπò του̃ ὄρους συνήντησεν αὐτω̨̃ ὄχλος πολύς
38 καὶ ἰδοὺ ἀνὴρ ἀπò του̃ ὄχλου ἐβόησεν λέγων διδάσκαλε δέομαί σου ἐπιβλέψαι ἐπὶ τòν υἱόν μου ὅτι μονογενής μοί ἐστιν
39 καὶ ἰδοὺ πνευ̃μα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτòν μετὰ ἀφρου̃ καὶ μόγις ἀποχωρει̃ ἀπ' αὐτου̃ συντρι̃βον αὐτόν
40 καὶ ἐδεήθην τω̃ν μαθητω̃ν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν
41 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ὠ̃ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρòς ὑμα̃ς καὶ ἀνέξομαι ὑμω̃ν προσάγαγε ὡ̃δε τòν υἱόν σου
42 ἔτι δὲ προσερχομένου αὐτου̃ ἔρρηξεν αὐτòν τò δαιμόνιον καὶ συνεσπάραξεν ἐπετίμησεν δὲ ὁ ’Ιησου̃ς τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ καὶ ἰάσατο τòν παι̃δα καὶ ἀπέδωκεν αὐτòν τω̨̃ πατρὶ αὐτου̃
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τη̨̃ μεγαλειότητι του̃ θεου̃ πάντων δὲ θαυμαζόντων ἐπὶ πα̃σιν οἱ̃ς ἐποίει εἰ̃πεν πρòς τοὺς μαθητὰς αὐτου̃
44 θέσθε ὑμει̃ς εἰς τὰ ὠ̃τα ὑμω̃ν τοὺς λόγους τούτους ὁ γὰρ υἱòς του̃ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χει̃ρας ἀνθρώπων
45 οἱ δὲ ἠγνόουν τò ῥη̃μα του̃το καὶ ἠ̃ν παρακεκαλυμμένον ἀπ' αὐτω̃ν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβου̃ντο ἐρωτη̃σαι αὐτòν περὶ του̃ ῥήματος τούτου
46 εἰση̃λθεν δὲ διαλογισμòς ἐν αὐτοι̃ς τò τίς ἂν εἴη μείζων αὐτω̃ν
47 ὁ δὲ ’Ιησου̃ς εἰδὼς τòν διαλογισμòν τη̃ς καρδίας αὐτω̃ν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτò παρ' ἑαυτω̨̃
48 καὶ εἰ̃πεν αὐτοι̃ς ὃς ἐὰν δέξηται του̃το τò παιδίον ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τòν ἀποστείλαντά με ὁ γὰρ μικρότερος ἐν πα̃σιν ὑμι̃ν ὑπάρχων οὑ̃τός ἐστιν μέγας
49 ἀποκριθεὶς δὲ ’Ιωάννης εἰ̃πεν ἐπιστάτα εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτòν ὅτι οὐκ ἀκολουθει̃ μεθ' ἡμω̃ν
50 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ' ὑμω̃ν ὑπὲρ ὑμω̃ν ἐστιν
51 ἐγένετο δὲ ἐν τω̨̃ συμπληρου̃σθαι τὰς ἡμέρας τη̃ς ἀναλήμψεως αὐτου̃ καὶ αὐτòς τò πρόσωπον ἐστήρισεν του̃ πορεύεσθαι εἰς ’Ιερουσαλήμ
52 καὶ ἀπέστειλεν ἀγγέλους πρò προσώπου αὐτου̃ καὶ πορευθέντες εἰση̃λθον εἰς κώμην Σαμαριτω̃ν ὡς ἑτοιμάσαι αὐτω̨̃
53 καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τò πρόσωπον αὐτου̃ ἠ̃ν πορευόμενον εἰς ’Ιερουσαλήμ
54 ἰδόντες δὲ οἱ μαθηταὶ ’Ιάκωβος καὶ ’Ιωάννης εἰ̃παν κύριε θέλεις εἴπωμεν πυ̃ρ καταβη̃ναι ἀπò του̃ οὐρανου̃ καὶ ἀναλω̃σαι αὐτούς
55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοι̃ς
56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην
57 καὶ πορευομένων αὐτω̃ν ἐν τη̨̃ ὁδω̨̃ εἰ̃πέν τις πρòς αὐτόν ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχη̨
58 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσεις ὁ δὲ υἱòς του̃ ἀνθρώπου οὐκ ἔχει που̃ τὴν κεφαλὴν κλίνη̨
59 εἰ̃πεν δὲ πρòς ἕτερον ἀκολούθει μοι ὁ δὲ εἰ̃πεν κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρω̃τον θάψαι τòν πατέρα μου
60 εἰ̃πεν δὲ αὐτω̨̃ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτω̃ν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν του̃ θεου̃
61 εἰ̃πεν δὲ καὶ ἕτερος ἀκολουθήσω σοι κύριε πρω̃τον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοι̃ς εἰς τòν οἰ̃κόν μου
62 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ’Ιησου̃ς οὐδεὶς ἐπιβαλὼν τὴν χει̃ρα ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τη̨̃ βασιλεία̨ του̃ θεου̃
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).