1 διώκετε τὴν ἀγάπην ζηλου̃τε δὲ τὰ πνευματικά μα̃λλον δὲ ἵνα προφητεύητε |
2 ὁ γὰρ λαλω̃ν γλώσση̨ οὐκ ἀνθρώποις λαλει̃ ἀλλὰ θεω̨̃ οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλει̃ μυστήρια |
3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλει̃ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν |
4 ὁ λαλω̃ν γλώσση̨ ἑαυτòν οἰκοδομει̃ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομει̃ |
5 θέλω δὲ πάντας ὑμα̃ς λαλει̃ν γλώσσαις μα̃λλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλω̃ν γλώσσαις ἐκτòς εἰ μὴ διερμηνεύη̨ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβη̨ |
6 νυ̃ν δέ ἀδελφοί ἐὰν ἔλθω πρòς ὑμα̃ς γλώσσαις λαλω̃ν τί ὑμα̃ς ὠφελήσω ἐὰν μὴ ὑμι̃ν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητεία̨ ἢ ἐν διδαχη̨̃ |
7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλòς εἴτε κιθάρα ἐὰν διαστολὴν τοι̃ς φθόγγοις μὴ δω̨̃ πω̃ς γνωσθήσεται τò αὐλούμενον ἢ τò κιθαριζόμενον |
8 καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δω̨̃ τίς παρασκευάσεται εἰς πόλεμον |
9 οὕτως καὶ ὑμει̃ς διὰ τη̃ς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δω̃τε πω̃ς γνωσθήσεται τò λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλου̃ντες |
10 τοσαυ̃τα εἰ τύχοι γένη φωνω̃ν εἰσιν ἐν κόσμω̨ καὶ οὐδὲν ἄφωνον |
11 ἐὰν οὐ̃ν μὴ εἰδω̃ τὴν δύναμιν τη̃ς φωνη̃ς ἔσομαι τω̨̃ λαλου̃ντι βάρβαρος καὶ ὁ λαλω̃ν ἐν ἐμοὶ βάρβαρος |
12 οὕτως καὶ ὑμει̃ς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρòς τὴν οἰκοδομὴν τη̃ς ἐκκλησίας ζητει̃τε ἵνα περισσεύητε |
13 διò ὁ λαλω̃ν γλώσση̨ προσευχέσθω ἵνα διερμηνεύη̨ |
14 ἐὰν γὰρ προσεύχωμαι γλώσση̨ τò πνευ̃μά μου προσεύχεται ὁ δὲ νου̃ς μου ἄκαρπός ἐστιν |
15 τί οὐ̃ν ἐστιν προσεύξομαι τω̨̃ πνεύματι προσεύξομαι δὲ καὶ τω̨̃ νοΐ ψαλω̃ τω̨̃ πνεύματι ψαλω̃ δὲ καὶ τω̨̃ νοΐ |
16 ἐπεὶ ἐὰν εὐλογη̨̃ς ἐν πνεύματι ὁ ἀναπληρω̃ν τòν τόπον του̃ ἰδιώτου πω̃ς ἐρει̃ τò ἀμήν ἐπὶ τη̨̃ ση̨̃ εὐχαριστία̨ ἐπειδὴ τί λέγεις οὐκ οἰ̃δεν |
17 σὺ μὲν γὰρ καλω̃ς εὐχαριστει̃ς ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομει̃ται |
18 εὐχαριστω̃ τω̨̃ θεω̨̃ πάντων ὑμω̃ν μα̃λλον γλώσσαις λαλω̃ |
19 ἀλλὰ ἐν ἐκκλησία̨ θέλω πέντε λόγους τω̨̃ νοΐ μου λαλη̃σαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσση̨ |
20 ἀδελφοί μὴ παιδία γίνεσθε ται̃ς φρεσίν ἀλλὰ τη̨̃ κακία̨ νηπιάζετε ται̃ς δὲ φρεσὶν τέλειοι γίνεσθε |
21 ἐν τω̨̃ νόμω̨ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τω̨̃ λαω̨̃ τούτω̨ καὶ οὐδ' οὕτως εἰσακούσονταί μου λέγει κύριος |
22 ὥστε αἱ γλω̃σσαι εἰς σημει̃όν εἰσιν οὐ τοι̃ς πιστεύουσιν ἀλλὰ τοι̃ς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοι̃ς ἀπίστοις ἀλλὰ τοι̃ς πιστεύουσιν |
23 ἐὰν οὐ̃ν συνέλθη̨ ἡ ἐκκλησία ὅλη ἐπὶ τò αὐτò καὶ πάντες λαλω̃σιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιω̃ται ἢ ἄπιστοι οὐκ ἐρου̃σιν ὅτι μαίνεσθε |
24 ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθη̨ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπò πάντων ἀνακρίνεται ὑπò πάντων |
25 τὰ κρυπτὰ τη̃ς καρδίας αὐτου̃ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τω̨̃ θεω̨̃ ἀπαγγέλλων ὅτι ὄντως ὁ θεòς ἐν ὑμι̃ν ἐστιν |
26 τί οὐ̃ν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμòν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλω̃σσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρòς οἰκοδομὴν γινέσθω |
27 εἴτε γλώσση̨ τις λαλει̃ κατὰ δύο ἢ τò πλει̃στον τρει̃ς καὶ ἀνὰ μέρος καὶ εἱ̃ς διερμηνευέτω |
28 ἐὰν δὲ μὴ ἠ̨̃ διερμηνευτής σιγάτω ἐν ἐκκλησία̨ ἑαυτω̨̃ δὲ λαλείτω καὶ τω̨̃ θεω̨̃ |
29 προφη̃ται δὲ δύο ἢ τρει̃ς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν |
30 ἐὰν δὲ ἄλλω̨ ἀποκαλυφθη̨̃ καθημένω̨ ὁ πρω̃τος σιγάτω |
31 δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλω̃νται |
32 καὶ πνεύματα προφητω̃ν προφήταις ὑποτάσσεται |
33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεòς ἀλλὰ εἰρήνης ὡς ἐν πάσαις ται̃ς ἐκκλησίαις τω̃ν ἁγίων |
34 αἱ γυναι̃κες ἐν ται̃ς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐται̃ς λαλει̃ν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει |
35 εἰ δέ τι μαθει̃ν θέλουσιν ἐν οἴκω̨ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρòν γάρ ἐστιν γυναικὶ λαλει̃ν ἐν ἐκκλησία̨ |
36 ἢ ἀφ' ὑμω̃ν ὁ λόγος του̃ θεου̃ ἐξη̃λθεν ἢ εἰς ὑμα̃ς μόνους κατήντησεν |
37 εἴ τις δοκει̃ προφήτης εἰ̃ναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμι̃ν ὅτι κυρίου ἐστὶν ἐντολή |
38 εἰ δέ τις ἀγνοει̃ ἀγνοει̃ται |
39 ὥστε ἀδελφοί μου ζηλου̃τε τò προφητεύειν καὶ τò λαλει̃ν μὴ κωλύετε γλώσσαις |
40 πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω |