Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 16

περὶ δὲ τη̃ς λογείας τη̃ς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ται̃ς ἐκκλησίαις τη̃ς Γαλατίας οὕτως καὶ ὑμει̃ς ποιήσατε
κατὰ μίαν σαββάτου ἕκαστος ὑμω̃ν παρ' ἑαυτω̨̃ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδω̃ται ἵνα μὴ ὅταν ἔλθω τότε λογει̃αι γίνωνται
ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολω̃ν τούτους πέμψω ἀπενεγκει̃ν τὴν χάριν ὑμω̃ν εἰς ’Ιερουσαλήμ
ἐὰν δὲ ἄξιον ἠ̨̃ του̃ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται
ἐλεύσομαι δὲ πρòς ὑμα̃ς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι
πρòς ὑμα̃ς δὲ τυχòν παραμενω̃ ἢ καὶ παραχειμάσω ἵνα ὑμει̃ς με προπέμψητε οὑ̃ ἐὰν πορεύωμαι
οὐ θέλω γὰρ ὑμα̃ς ἄρτι ἐν παρόδω̨ ἰδει̃ν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμει̃ναι πρòς ὑμα̃ς ἐὰν ὁ κύριος ἐπιτρέψη̨
ἐπιμενω̃ δὲ ἐν ’Εφέσω̨ ἕως τη̃ς πεντηκοστη̃ς
θύρα γάρ μοι ἀνέω̨γεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί
10 ἐὰν δὲ ἔλθη̨ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρòς ὑμα̃ς τò γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ
11 μή τις οὐ̃ν αὐτòν ἐξουθενήση̨ προπέμψατε δὲ αὐτòν ἐν εἰρήνη̨ ἵνα ἔλθη̨ πρός με ἐκδέχομαι γὰρ αὐτòν μετὰ τω̃ν ἀδελφω̃ν
12 περὶ δὲ ’Απολλω̃ του̃ ἀδελφου̃ πολλὰ παρεκάλεσα αὐτòν ἵνα ἔλθη̨ πρòς ὑμα̃ς μετὰ τω̃ν ἀδελφω̃ν καὶ πάντως οὐκ ἠ̃ν θέλημα ἵνα νυ̃ν ἔλθη̨ ἐλεύσεται δὲ ὅταν εὐκαιρήση̨
13 γρηγορει̃τε στήκετε ἐν τη̨̃ πίστει ἀνδρίζεσθε κραταιου̃σθε
14 πάντα ὑμω̃ν ἐν ἀγάπη̨ γινέσθω
15 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανα̃ ὅτι ἐστὶν ἀπαρχὴ τη̃ς ’Αχαΐας καὶ εἰς διακονίαν τοι̃ς ἁγίοις ἔταξαν ἑαυτούς
16 ἵνα καὶ ὑμει̃ς ὑποτάσσησθε τοι̃ς τοιούτοις καὶ παντὶ τω̨̃ συνεργου̃ντι καὶ κοπιω̃ντι
17 χαίρω δὲ ἐπὶ τη̨̃ παρουσία̨ Στεφανα̃ καὶ Φορτουνάτου καὶ ’Αχαϊκου̃ ὅτι τò ὑμέτερον ὑστέρημα οὑ̃τοι ἀνεπλήρωσαν
18 ἀνέπαυσαν γὰρ τò ἐμòν πνευ̃μα καὶ τò ὑμω̃ν ἐπιγινώσκετε οὐ̃ν τοὺς τοιούτους
19 ἀσπάζονται ὑμα̃ς αἱ ἐκκλησίαι τη̃ς ’Ασίας ἀσπάζεται ὑμα̃ς ἐν κυρίω̨ πολλὰ ’Ακύλας καὶ Πρίσκα σὺν τη̨̃ κατ' οἰ̃κον αὐτω̃ν ἐκκλησία̨
20 ἀσπάζονται ὑμα̃ς οἱ ἀδελφοὶ πάντες ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίω̨
21 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου
22 εἴ τις οὐ φιλει̃ τòν κύριον ἤτω ἀνάθεμα μαραϜ άθα̃
23 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ μεθ' ὑμω̃ν
24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμω̃ν ἐν Χριστω̨̃ ’Ιησου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).