Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 2

κἀγὼ ἐλθὼν πρòς ὑμα̃ς ἀδελφοί ἠ̃λθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμι̃ν τò μυστήριον του̃ θεου̃
οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμι̃ν εἰ μὴ ’Ιησου̃ν Χριστòν καὶ του̃τον ἐσταυρωμένον
κἀγὼ ἐν ἀσθενεία̨ καὶ ἐν φόβω̨ καὶ ἐν τρόμω̨ πολλω̨̃ ἐγενόμην πρòς ὑμα̃ς
καὶ ὁ λόγος μου καὶ τò κήρυγμά μου οὐκ ἐν πειθοι̃ς σοφίας λόγοις ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως
ἵνα ἡ πίστις ὑμω̃ν μὴ ἠ̨̃ ἐν σοφία̨ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεου̃
σοφίαν δὲ λαλου̃μεν ἐν τοι̃ς τελείοις σοφίαν δὲ οὐ του̃ αἰω̃νος τούτου οὐδὲ τω̃ν ἀρχόντων του̃ αἰω̃νος τούτου τω̃ν καταργουμένων
ἀλλὰ λαλου̃μεν θεου̃ σοφίαν ἐν μυστηρίω̨ τὴν ἀποκεκρυμμένην ἣν προώρισεν ὁ θεòς πρò τω̃ν αἰώνων εἰς δόξαν ἡμω̃ν
ἣν οὐδεὶς τω̃ν ἀρχόντων του̃ αἰω̃νος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τòν κύριον τη̃ς δόξης ἐσταύρωσαν
ἀλλὰ καθὼς γέγραπται ἃ ὀφθαλμòς οὐκ εἰ̃δεν καὶ οὐ̃ς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεòς τοι̃ς ἀγαπω̃σιν αὐτόν
10 ἡμι̃ν δὲ ἀπεκάλυψεν ὁ θεòς διὰ του̃ πνεύματος τò γὰρ πνευ̃μα πάντα ἐραυνα̨̃ καὶ τὰ βάθη του̃ θεου̃
11 τίς γὰρ οἰ̃δεν ἀνθρώπων τὰ του̃ ἀνθρώπου εἰ μὴ τò πνευ̃μα του̃ ἀνθρώπου τò ἐν αὐτω̨̃ οὕτως καὶ τὰ του̃ θεου̃ οὐδεὶς ἔγνωκεν εἰ μὴ τò πνευ̃μα του̃ θεου̃
12 ἡμει̃ς δὲ οὐ τò πνευ̃μα του̃ κόσμου ἐλάβομεν ἀλλὰ τò πνευ̃μα τò ἐκ του̃ θεου̃ ἵνα εἰδω̃μεν τὰ ὑπò του̃ θεου̃ χαρισθέντα ἡμι̃ν
13 ἃ καὶ λαλου̃μεν οὐκ ἐν διδακτοι̃ς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοι̃ς πνεύματος πνευματικοι̃ς πνευματικὰ συγκρίνοντες
14 ψυχικòς δὲ ἄνθρωπος οὐ δέχεται τὰ του̃ πνεύματος του̃ θεου̃ μωρία γὰρ αὐτω̨̃ ἐστιν καὶ οὐ δύναται γνω̃ναι ὅτι πνευματικω̃ς ἀνακρίνεται
15 ὁ δὲ πνευματικòς ἀνακρίνει τὰ πάντα αὐτòς δὲ ὑπ' οὐδενòς ἀνακρίνεται
16 τίς γὰρ ἔγνω νου̃ν κυρίου ὃς συμβιβάσει αὐτόν ἡμει̃ς δὲ νου̃ν Χριστου̃ ἔχομεν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).