Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 3

κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλη̃σαι ὑμι̃ν ὡς πνευματικοι̃ς ἀλλ' ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστω̨̃
γάλα ὑμα̃ς ἐπότισα οὐ βρω̃μα οὔπω γὰρ ἐδύνασθε ἀλλ' οὐδὲ ἔτι νυ̃ν δύνασθε
ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμι̃ν ζη̃λος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατει̃τε
ὅταν γὰρ λέγη̨ τις ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ ἐγὼ ’Απολλω̃ οὐκ ἄνθρωποί ἐστε
τί οὐ̃ν ἐστιν ’Απολλω̃ς τί δέ ἐστιν Παυ̃λος διάκονοι δι' ὡ̃ν ἐπιστεύσατε καὶ ἑκάστω̨ ὡς ὁ κύριος ἔδωκεν
ἐγὼ ἐφύτευσα ’Απολλω̃ς ἐπότισεν ἀλλὰ ὁ θεòς ηὔξανεν
ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ' ὁ αὐξάνων θεός
ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τòν ἴδιον μισθòν λήμψεται κατὰ τòν ἴδιον κόπον
θεου̃ γάρ ἐσμεν συνεργοί θεου̃ γεώργιον θεου̃ οἰκοδομή ἐστε
10 κατὰ τὴν χάριν του̃ θεου̃ τὴν δοθει̃σάν μοι ὡς σοφòς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομει̃ ἕκαστος δὲ βλεπέτω πω̃ς ἐποικοδομει̃
11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θει̃ναι παρὰ τòν κείμενον ὅς ἐστιν ’Ιησου̃ς Χριστός
12 εἰ δέ τις ἐποικοδομει̃ ἐπὶ τòν θεμέλιον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην
13 ἑκάστου τò ἔργον φανερòν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τò ἔργον ὁποι̃όν ἐστιν τò πυ̃ρ αὐτò δοκιμάσει
14 εἴ τινος τò ἔργον μενει̃ ὃ ἐποικοδόμησεν μισθòν λήμψεται
15 εἴ τινος τò ἔργον κατακαήσεται ζημιωθήσεται αὐτòς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός
16 οὐκ οἴδατε ὅτι ναòς θεου̃ ἐστε καὶ τò πνευ̃μα του̃ θεου̃ οἰκει̃ ἐν ὑμι̃ν
17 εἴ τις τòν ναòν του̃ θεου̃ φθείρει φθερει̃ του̃τον ὁ θεός ὁ γὰρ ναòς του̃ θεου̃ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμει̃ς
18 μηδεὶς ἑαυτòν ἐξαπατάτω εἴ τις δοκει̃ σοφòς εἰ̃ναι ἐν ὑμι̃ν ἐν τω̨̃ αἰω̃νι τούτω̨ μωρòς γενέσθω ἵνα γένηται σοφός
19 ἡ γὰρ σοφία του̃ κόσμου τούτου μωρία παρὰ τω̨̃ θεω̨̃ ἐστιν γέγραπται γάρ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τη̨̃ πανουργία̨ αὐτω̃ν
20 καὶ πάλιν κύριος γινώσκει τοὺς διαλογισμοὺς τω̃ν σοφω̃ν ὅτι εἰσὶν μάταιοι
21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμω̃ν ἐστιν
22 εἴτε Παυ̃λος εἴτε ’Απολλω̃ς εἴτε Κηφα̃ς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστω̃τα εἴτε μέλλοντα πάντα ὑμω̃ν
23 ὑμει̃ς δὲ Χριστου̃ Χριστòς δὲ θεου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).