Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 4

1 οὕτως ἡμα̃ς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστου̃ καὶ οἰκονόμους μυστηρίων θεου̃
2 ὡ̃δε λοιπòν ζητει̃ται ἐν τοι̃ς οἰκονόμοις ἵνα πιστός τις εὑρεθη̨̃
3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμω̃ν ἀνακριθω̃ ἢ ὑπò ἀνθρωπίνης ἡμέρας ἀλλ' οὐδὲ ἐμαυτòν ἀνακρίνω
4 οὐδὲν γὰρ ἐμαυτω̨̃ σύνοιδα ἀλλ' οὐκ ἐν τούτω̨ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν
5 ὥστε μὴ πρò καιρου̃ τι κρίνετε ἕως ἂν ἔλθη̨ ὁ κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ του̃ σκότους καὶ φανερώσει τὰς βουλὰς τω̃ν καρδιω̃ν καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστω̨ ἀπò του̃ θεου̃
6 ταυ̃τα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτòν καὶ ’Απολλω̃ν δι' ὑμα̃ς ἵνα ἐν ἡμι̃ν μάθητε τò μὴ ὑπὲρ ἃ γέγραπται ἵνα μὴ εἱ̃ς ὑπὲρ του̃ ἑνòς φυσιου̃σθε κατὰ του̃ ἑτέρου
7 τίς γάρ σε διακρίνει τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχα̃σαι ὡς μὴ λαβών
8 ἤδη κεκορεσμένοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμω̃ν ἐβασιλεύσατε καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμει̃ς ὑμι̃ν συμβασιλεύσωμεν
9 δοκω̃ γάρ ὁ θεòς ἡμα̃ς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ὅτι θέατρον ἐγενήθημεν τω̨̃ κόσμω̨ καὶ ἀγγέλοις καὶ ἀνθρώποις
10 ἡμει̃ς μωροὶ διὰ Χριστόν ὑμει̃ς δὲ φρόνιμοι ἐν Χριστω̨̃ ἡμει̃ς ἀσθενει̃ς ὑμει̃ς δὲ ἰσχυροί ὑμει̃ς ἔνδοξοι ἡμει̃ς δὲ ἄτιμοι
11 ἄχρι τη̃ς ἄρτι ὥρας καὶ πεινω̃μεν καὶ διψω̃μεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατου̃μεν
12 καὶ κοπιω̃μεν ἐργαζόμενοι ται̃ς ἰδίαις χερσίν λοιδορούμενοι εὐλογου̃μεν διωκόμενοι ἀνεχόμεθα
13 δυσφημούμενοι παρακαλου̃μεν ὡς περικαθάρματα του̃ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι
14 οὐκ ἐντρέπων ὑμα̃ς γράφω ταυ̃τα ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετω̃ν
15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστω̨̃ ἀλλ' οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστω̨̃ ’Ιησου̃ διὰ του̃ εὐαγγελίου ἐγὼ ὑμα̃ς ἐγέννησα
16 παρακαλω̃ οὐ̃ν ὑμα̃ς μιμηταί μου γίνεσθε
17 διὰ του̃το ἔπεμψα ὑμι̃ν Τιμόθεον ὅς ἐστίν μου τέκνον ἀγαπητòν καὶ πιστòν ἐν κυρίω̨ ὃς ὑμα̃ς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστω̨̃ ’Ιησου̃ καθὼς πανταχου̃ ἐν πάση̨ ἐκκλησία̨ διδάσκω
18 ὡς μὴ ἐρχομένου δέ μου πρòς ὑμα̃ς ἐφυσιώθησάν τινες
19 ἐλεύσομαι δὲ ταχέως πρòς ὑμα̃ς ἐὰν ὁ κύριος θελήση̨ καὶ γνώσομαι οὐ τòν λόγον τω̃ν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν
20 οὐ γὰρ ἐν λόγω̨ ἡ βασιλεία του̃ θεου̃ ἀλλ' ἐν δυνάμει
21 τί θέλετε ἐν ῥάβδω̨ ἔλθω πρòς ὑμα̃ς ἢ ἐν ἀγάπη̨ πνεύματί τε πραΰτητος
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).