ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α,
κεφαλίς 6,
στἰχοι 1-11
1 τολμα̨̃ τις ὑμω̃ν πρα̃γμα ἔχων πρòς τòν ἕτερον κρίνεσθαι ἐπὶ τω̃ν ἀδίκων καὶ οὐχὶ ἐπὶ τω̃ν ἁγίων |
2 ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τòν κόσμον κρινου̃σιν καὶ εἰ ἐν ὑμι̃ν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων |
3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινου̃μεν μήτιγε βιωτικά |
4 βιωτικὰ μὲν οὐ̃ν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τη̨̃ ἐκκλησία̨ τούτους καθίζετε |
5 πρòς ἐντροπὴν ὑμι̃ν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμι̃ν οὐδεὶς σοφòς ὃς δυνήσεται διακρι̃ναι ἀνὰ μέσον του̃ ἀδελφου̃ αὐτου̃ |
6 ἀλλὰ ἀδελφòς μετὰ ἀδελφου̃ κρίνεται καὶ του̃το ἐπὶ ἀπίστων |
7 ἤδη μὲν οὐ̃ν ὅλως ἥττημα ὑμι̃ν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτω̃ν διὰ τί οὐχὶ μα̃λλον ἀδικει̃σθε διὰ τί οὐχὶ μα̃λλον ἀποστερει̃σθε |
8 ἀλλὰ ὑμει̃ς ἀδικει̃τε καὶ ἀποστερει̃τε καὶ του̃το ἀδελφούς |
9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεου̃ βασιλείαν οὐ κληρονομήσουσιν μὴ πλανα̃σθε οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοι̃ται |
10 οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεου̃ κληρονομήσουσιν |
11 καὶ ταυ̃τά τινες ἠ̃τε ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλὰ ἐδικαιώθητε ἐν τω̨̃ ὀνόματι του̃ κυρίου ’Ιησου̃ Χριστου̃ καὶ ἐν τω̨̃ πνεύματι του̃ θεου̃ ἡμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.