1 περὶ δὲ ὡ̃ν ἐγράψατε καλòν ἀνθρώπω̨ γυναικòς μὴ ἅπτεσθαι |
2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτου̃ γυναι̃κα ἐχέτω καὶ ἑκάστη τòν ἴδιον ἄνδρα ἐχέτω |
3 τη̨̃ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τω̨̃ ἀνδρί |
4 ἡ γυνὴ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή |
5 μὴ ἀποστερει̃τε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρòς καιρòν ἵνα σχολάσητε τη̨̃ προσευχη̨̃ καὶ πάλιν ἐπὶ τò αὐτò ἠ̃τε ἵνα μὴ πειράζη̨ ὑμα̃ς ὁ Σατανα̃ς διὰ τὴν ἀκρασίαν ὑμω̃ν |
6 του̃το δὲ λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιταγήν |
7 θέλω δὲ πάντας ἀνθρώπους εἰ̃ναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεου̃ ὁ μὲν οὕτως ὁ δὲ οὕτως |
8 λέγω δὲ τοι̃ς ἀγάμοις καὶ ται̃ς χήραις καλòν αὐτοι̃ς ἐὰν μείνωσιν ὡς κἀγώ |
9 εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρει̃ττον γάρ ἐστιν γαμη̃σαι ἢ πυρου̃σθαι |
10 τοι̃ς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος γυναι̃κα ἀπò ἀνδρòς μὴ χωρισθη̃ναι |
11 ἐὰν δὲ καὶ χωρισθη̨̃ μενέτω ἄγαμος ἢ τω̨̃ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναι̃κα μὴ ἀφιέναι |
12 τοι̃ς δὲ λοιποι̃ς λέγω ἐγώ οὐχ ὁ κύριος εἴ τις ἀδελφòς γυναι̃κα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκει̃ οἰκει̃ν μετ' αὐτου̃ μὴ ἀφιέτω αὐτήν |
13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὑ̃τος συνευδοκει̃ οἰκει̃ν μετ' αὐτη̃ς μὴ ἀφιέτω τòν ἄνδρα |
14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τη̨̃ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τω̨̃ ἀδελφω̨̃ ἐπεὶ ἄρα τὰ τέκνα ὑμω̃ν ἀκάθαρτά ἐστιν νυ̃ν δὲ ἅγιά ἐστιν |
15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφòς ἢ ἡ ἀδελφὴ ἐν τοι̃ς τοιούτοις ἐν δὲ εἰρήνη̨ κέκληκεν ὑμα̃ς ὁ θεός |
16 τί γὰρ οἰ̃δας γύναι εἰ τòν ἄνδρα σώσεις ἢ τί οἰ̃δας ἄνερ εἰ τὴν γυναι̃κα σώσεις |