Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 7,  στἰχοι 21-40

21 δου̃λος ἐκλήθης μή σοι μελέτω ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μα̃λλον χρη̃σαι
22 ὁ γὰρ ἐν κυρίω̨ κληθεὶς δου̃λος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δου̃λός ἐστιν Χριστου̃
23 τιμη̃ς ἠγοράσθητε μὴ γίνεσθε δου̃λοι ἀνθρώπων
24 ἕκαστος ἐν ὡ̨̃ ἐκλήθη ἀδελφοί ἐν τούτω̨ μενέτω παρὰ θεω̨̃
25 περὶ δὲ τω̃ν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπò κυρίου πιστòς εἰ̃ναι
26 νομίζω οὐ̃ν του̃το καλòν ὑπάρχειν διὰ τὴν ἐνεστω̃σαν ἀνάγκην ὅτι καλòν ἀνθρώπω̨ τò οὕτως εἰ̃ναι
27 δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπò γυναικός μὴ ζήτει γυναι̃κα
28 ἐὰν δὲ καὶ γαμήση̨ς οὐχ ἥμαρτες καὶ ἐὰν γήμη̨ ἡ παρθένος οὐχ ἥμαρτεν θλι̃ψιν δὲ τη̨̃ σαρκὶ ἕξουσιν οἱ τοιου̃τοι ἐγὼ δὲ ὑμω̃ν φείδομαι
29 του̃το δέ φημι ἀδελφοί ὁ καιρòς συνεσταλμένος ἐστίν τò λοιπòν ἵνα καὶ οἱ ἔχοντες γυναι̃κας ὡς μὴ ἔχοντες ὠ̃σιν
30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
31 καὶ οἱ χρώμενοι τòν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τò σχη̃μα του̃ κόσμου τούτου
32 θέλω δὲ ὑμα̃ς ἀμερίμνους εἰ̃ναι ὁ ἄγαμος μεριμνα̨̃ τὰ του̃ κυρίου πω̃ς ἀρέση̨ τω̨̃ κυρίω̨
33 ὁ δὲ γαμήσας μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τη̨̃ γυναικί
34 καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνα̨̃ τὰ του̃ κυρίου ἵνα ἠ̨̃ ἁγία καὶ τω̨̃ σώματι καὶ τω̨̃ πνεύματι ἡ δὲ γαμήσασα μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τω̨̃ ἀνδρί
35 του̃το δὲ πρòς τò ὑμω̃ν αὐτω̃ν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμι̃ν ἐπιβάλω ἀλλὰ πρòς τò εὔσχημον καὶ εὐπάρεδρον τω̨̃ κυρίω̨ ἀπερισπάστως
36 εἰ δέ τις ἀσχημονει̃ν ἐπὶ τὴν παρθένον αὐτου̃ νομίζει ἐὰν ἠ̨̃ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
37 ὃς δὲ ἕστηκεν ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἑδραι̃ος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ του̃ ἰδίου θελήματος καὶ του̃το κέκρικεν ἐν τη̨̃ ἰδία̨ καρδία̨ τηρει̃ν τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιήσει
38 ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιει̃ καὶ ὁ μὴ γαμίζων κρει̃σσον ποιήσει
39 γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζη̨̃ ὁ ἀνὴρ αὐτη̃ς ἐὰν δὲ κοιμηθη̨̃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ὡ̨̃ θέλει γαμηθη̃ναι μόνον ἐν κυρίω̨
40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνη̨ κατὰ τὴν ἐμὴν γνώμην δοκω̃ δὲ κἀγὼ πνευ̃μα θεου̃ ἔχειν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).