Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 9

οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ ’Ιησου̃ν τòν κύριον ἡμω̃ν ἑώρακα οὐ τò ἔργον μου ὑμει̃ς ἐστε ἐν κυρίω̨
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμι̃ν εἰμι ἡ γὰρ σφραγίς μου τη̃ς ἀποστολη̃ς ὑμει̃ς ἐστε ἐν κυρίω̨
ἡ ἐμὴ ἀπολογία τοι̃ς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη
μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγει̃ν καὶ πει̃ν
μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναι̃κα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ του̃ κυρίου καὶ Κηφα̃ς
ἢ μόνος ἐγὼ καὶ Βαρναβα̃ς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι
τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελω̃να καὶ τòν καρπòν αὐτου̃ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ του̃ γάλακτος τη̃ς ποίμνης οὐκ ἐσθίει
μὴ κατὰ ἄνθρωπον ταυ̃τα λαλω̃ ἢ καὶ ὁ νόμος ταυ̃τα οὐ λέγει
ἐν γὰρ τω̨̃ Μωϋσέως νόμω̨ γέγραπται οὐ κημώσεις βου̃ν ἀλοω̃ντα μὴ τω̃ν βοω̃ν μέλει τω̨̃ θεω̨̃
10 ἢ δι' ἡμα̃ς πάντως λέγει δι' ἡμα̃ς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριω̃ν ἀροτρια̃ν καὶ ὁ ἀλοω̃ν ἐπ' ἐλπίδι του̃ μετέχειν
11 εἰ ἡμει̃ς ὑμι̃ν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμει̃ς ὑμω̃ν τὰ σαρκικὰ θερίσομεν
12 εἰ ἄλλοι τη̃ς ὑμω̃ν ἐξουσίας μετέχουσιν οὐ μα̃λλον ἡμει̃ς ἀλλ' οὐκ ἐχρησάμεθα τη̨̃ ἐξουσία̨ ταύτη̨ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δω̃μεν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ του̃ ἱερου̃ ἐσθίουσιν οἱ τω̨̃ θυσιαστηρίω̨ παρεδρεύοντες τω̨̃ θυσιαστηρίω̨ συμμερίζονται
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοι̃ς τò εὐαγγέλιον καταγγέλλουσιν ἐκ του̃ εὐαγγελίου ζη̃ν
15 ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταυ̃τα ἵνα οὕτως γένηται ἐν ἐμοί καλòν γάρ μοι μα̃λλον ἀποθανει̃ν ἤ τò καύχημά μου οὐδεὶς κενώσει
16 ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι
17 εἰ γὰρ ἑκὼν του̃το πράσσω μισθòν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι
18 τίς οὐ̃ν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τò εὐαγγέλιον εἰς τò μὴ καταχρήσασθαι τη̨̃ ἐξουσία̨ μου ἐν τω̨̃ εὐαγγελίω̨
19 ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πα̃σιν ἐμαυτòν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω
20 καὶ ἐγενόμην τοι̃ς ’Ιουδαίοις ὡς ’Ιουδαι̃ος ἵνα ’Ιουδαίους κερδήσω τοι̃ς ὑπò νόμον ὡς ὑπò νόμον μὴ ὢν αὐτòς ὑπò νόμον ἵνα τοὺς ὑπò νόμον κερδήσω
21 τοι̃ς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεου̃ ἀλλ' ἔννομος Χριστου̃ ἵνα κερδάνω τοὺς ἀνόμους
22 ἐγενόμην τοι̃ς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενει̃ς κερδήσω τοι̃ς πα̃σιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω
23 πάντα δὲ ποιω̃ διὰ τò εὐαγγέλιον ἵνα συγκοινωνòς αὐτου̃ γένωμαι
24 οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίω̨ τρέχοντες πάντες μὲν τρέχουσιν εἱ̃ς δὲ λαμβάνει τò βραβει̃ον οὕτως τρέχετε ἵνα καταλάβητε
25 πα̃ς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκει̃νοι μὲν οὐ̃ν ἵνα φθαρτòν στέφανον λάβωσιν ἡμει̃ς δὲ ἄφθαρτον
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων
27 ἀλλὰ ὑπωπιάζω μου τò σω̃μα καὶ δουλαγωγω̃ μή πως ἄλλοις κηρύξας αὐτòς ἀδόκιμος γένωμαι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).