Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 10

οὐ θέλω γὰρ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι οἱ πατέρες ἡμω̃ν πάντες ὑπò τὴν νεφέλην ἠ̃σαν καὶ πάντες διὰ τη̃ς θαλάσσης διη̃λθον
καὶ πάντες εἰς τòν Μωϋση̃ν ἐβαπτίσθησαν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐν τη̨̃ θαλάσση̨
καὶ πάντες τò αὐτò πνευματικòν βρω̃μα ἔφαγον
καὶ πάντες τò αὐτò πνευματικòν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικη̃ς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἠ̃ν ὁ Χριστός
ἀλλ' οὐκ ἐν τοι̃ς πλείοσιν αὐτω̃ν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τη̨̃ ἐρήμω̨
ταυ̃τα δὲ τύποι ἡμω̃ν ἐγενήθησαν εἰς τò μὴ εἰ̃ναι ἡμα̃ς ἐπιθυμητὰς κακω̃ν καθὼς κἀκει̃νοι ἐπεθύμησαν
μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτω̃ν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαòς φαγει̃ν καὶ πει̃ν καὶ ἀνέστησαν παίζειν
μηδὲ πορνεύωμεν καθώς τινες αὐτω̃ν ἐπόρνευσαν καὶ ἔπεσαν μια̨̃ ἡμέρα̨ εἴκοσι τρει̃ς χιλιάδες
μηδὲ ἐκπειράζωμεν τòν Χριστόν καθώς τινες αὐτω̃ν ἐπείρασαν καὶ ὑπò τω̃ν ὄφεων ἀπώλλυντο
10 μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτω̃ν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπò του̃ ὀλοθρευτου̃
11 ταυ̃τα δὲ τυπικω̃ς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρòς νουθεσίαν ἡμω̃ν εἰς οὓς τὰ τέλη τω̃ν αἰώνων κατήντηκεν
12 ὥστε ὁ δοκω̃ν ἑστάναι βλεπέτω μὴ πέση̨
13 πειρασμòς ὑμα̃ς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστòς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμα̃ς πειρασθη̃ναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τω̨̃ πειρασμω̨̃ καὶ τὴν ἔκβασιν του̃ δύνασθαι ὑπενεγκει̃ν
14 διόπερ ἀγαπητοί μου φεύγετε ἀπò τη̃ς εἰδωλολατρίας
15 ὡς φρονίμοις λέγω κρίνατε ὑμει̃ς ὅ φημι
16 τò ποτήριον τη̃ς εὐλογίας ὃ εὐλογου̃μεν οὐχὶ κοινωνία ἐστὶν του̃ αἵματος του̃ Χριστου̃ τòν ἄρτον ὃν κλω̃μεν οὐχὶ κοινωνία του̃ σώματος του̃ Χριστου̃ ἐστιν
17 ὅτι εἱ̃ς ἄρτος ἓν σω̃μα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ του̃ ἑνòς ἄρτου μετέχομεν
18 βλέπετε τòν ’Ισραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ του̃ θυσιαστηρίου εἰσίν
19 τί οὐ̃ν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν
20 ἀλλ' ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεω̨̃ θύουσιν οὐ θέλω δὲ ὑμα̃ς κοινωνοὺς τω̃ν δαιμονίων γίνεσθαι
21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
22 ἢ παραζηλου̃μεν τòν κύριον μὴ ἰσχυρότεροι αὐτου̃ ἐσμεν
23 πάντα ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομει̃
24 μηδεὶς τò ἑαυτου̃ ζητείτω ἀλλὰ τò του̃ ἑτέρου
25 πα̃ν τò ἐν μακέλλω̨ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
26 του̃ κυρίου γὰρ ἡ γη̃ καὶ τò πλήρωμα αὐτη̃ς
27 εἴ τις καλει̃ ὑμα̃ς τω̃ν ἀπίστων καὶ θέλετε πορεύεσθαι πα̃ν τò παρατιθέμενον ὑμι̃ν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
28 ἐὰν δέ τις ὑμι̃ν εἴπη̨ του̃το ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκει̃νον τòν μηνύσαντα καὶ τὴν συνείδησιν
29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτου̃ ἀλλὰ τὴν του̃ ἑτέρου ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπò ἄλλης συνειδήσεως
30 εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημου̃μαι ὑπὲρ οὑ̃ ἐγὼ εὐχαριστω̃
31 εἴτε οὐ̃ν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιει̃τε πάντα εἰς δόξαν θεου̃ ποιει̃τε
32 ἀπρόσκοποι καὶ ’Ιουδαίοις γίνεσθε καὶ ‘Έλλησιν καὶ τη̨̃ ἐκκλησία̨ του̃ θεου̃
33 καθὼς κἀγὼ πάντα πα̃σιν ἀρέσκω μὴ ζητω̃ν τò ἐμαυτου̃ σύμφορον ἀλλὰ τò τω̃ν πολλω̃ν ἵνα σωθω̃σιν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).