Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 16,  στἰχοι 1-13

1 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἕως πότε σὺ πενθει̃ς ἐπὶ Σαουλ κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ πλη̃σον τὸ κέρας σου ἐλαίου καὶ δευ̃ρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηθλεεμ ὅτι ἑόρακα ἐν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐμοὶ βασιλεύειν
2 καὶ εἰ̃πεν Σαμουηλ πω̃ς πορευθω̃ καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενει̃ με καὶ εἰ̃πεν κύριος δάμαλιν βοω̃ν λαβὲ ἐν τη̨̃ χειρί σου καὶ ἐρει̃ς θυ̃σαι τω̨̃ κυρίω̨ ἥκω
3 καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν καὶ γνωριω̃ σοι ἃ ποιήσεις καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ
4 καὶ ἐποίησεν Σαμουηλ πάντα ἃ ἐλάλησεν αὐτω̨̃ κύριος καὶ ἠ̃λθεν εἰς Βηθλεεμ καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τη̃ς πόλεως τη̨̃ ἀπαντήσει αὐτου̃ καὶ εἰ̃παν εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων
5 καὶ εἰ̃πεν εἰρήνη θυ̃σαι τω̨̃ κυρίω̨ ἥκω ἁγιάσθητε καὶ εὐφράνθητε μετ' ἐμου̃ σήμερον καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν
6 καὶ ἐγενήθη ἐν τω̨̃ αὐτοὺς εἰσιέναι καὶ εἰ̃δεν τὸν Ελιαβ καὶ εἰ̃πεν ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτου̃
7 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ μὴ ἐπιβλέψη̨ς ἐπὶ τὴν ὄψιν αὐτου̃ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτου̃ ὅτι ἐξουδένωκα αὐτόν ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος ὄψεται ὁ θεός ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν
8 καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ καὶ παρη̃λθεν κατὰ πρόσωπον Σαμουηλ καὶ εἰ̃πεν οὐδὲ του̃τον ἐξελέξατο κύριος
9 καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα καὶ εἰ̃πεν καὶ ἐν τούτω̨ οὐκ ἐξελέξατο κύριος
10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτου̃ ἐνώπιον Σαμουηλ καὶ εἰ̃πεν Σαμουηλ οὐκ ἐξελέξατο κύριος ἐν τούτοις
11 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Ιεσσαι ἐκλελοίπασιν τὰ παιδάρια καὶ εἰ̃πεν ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τω̨̃ ποιμνίω̨ καὶ εἰ̃πεν Σαμουηλ πρὸς Ιεσσαι ἀπόστειλον καὶ λαβὲ αὐτόν ὅτι οὐ μὴ κατακλιθω̃μεν ἕως του̃ ἐλθει̃ν αὐτόν
12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν καὶ οὑ̃τος πυρράκης μετὰ κάλλους ὀφθαλμω̃ν καὶ ἀγαθὸς ὁράσει κυρίω̨ καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἀνάστα καὶ χρι̃σον τὸν Δαυιδ ὅτι οὑ̃τος ἀγαθός ἐστιν
13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας του̃ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἐφήλατο πνευ̃μα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἀνέστη Σαμουηλ καὶ ἀπη̃λθεν εἰς Αρμαθαιμ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).