1 καὶ ἀπηγγέλη τω̨̃ Δαυιδ λέγοντες ἰδοὺ οἱ ἀλλόφυλοι πολεμου̃σιν ἐν τη̨̃ Κεϊλα καὶ αὐτοὶ διαρπάζουσιν καταπατου̃σιν τοὺς ἅλω |
2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ του̃ κυρίου λέγων εἰ πορευθω̃ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους καὶ εἰ̃πεν κύριος πορεύου καὶ πατάξεις ἐν τοι̃ς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλα |
3 καὶ εἰ̃παν οἱ ἄνδρες του̃ Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡμει̃ς ἐνταυ̃θα ἐν τη̨̃ Ιουδαία̨ φοβούμεθα καὶ πω̃ς ἔσται ἐὰν πορευθω̃μεν εἰς Κεϊλα εἰς τὰ σκυ̃λα τω̃ν ἀλλοφύλων εἰσπορευσόμεθα |
4 καὶ προσέθετο Δαυιδ ἐρωτη̃σαι ἔτι διὰ του̃ κυρίου καὶ ἀπεκρίθη αὐτω̨̃ κύριος καὶ εἰ̃πεν πρὸς αὐτόν ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλα ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χει̃ράς σου |
5 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ εἰς Κεϊλα καὶ ἐπολέμησεν ἐν τοι̃ς ἀλλοφύλοις καὶ ἔφυγον ἐκ προσώπου αὐτου̃ καὶ ἀπήγαγεν τὰ κτήνη αὐτω̃ν καὶ ἐπάταξεν ἐν αὐτοι̃ς πληγὴν μεγάλην καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικου̃ντας Κεϊλα |
6 καὶ ἐγένετο ἐν τω̨̃ φυγει̃ν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εφουδ ἐν τη̨̃ χειρὶ αὐτου̃ |
7 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἰ̃πεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χει̃ράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρω̃ν καὶ μοχλω̃ν |
8 καὶ παρήγγειλεν Σαουλ παντὶ τω̨̃ λαω̨̃ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτου̃ |
9 καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπα̨̃ Σαουλ περὶ αὐτου̃ τὴν κακίαν καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα προσάγαγε τὸ εφουδ κυρίου |
10 καὶ εἰ̃πεν Δαυιδ κύριε ὁ θεὸς Ισραηλ ἀκούων ἀκήκοεν ὁ δου̃λός σου ὅτι ζητει̃ Σαουλ ἐλθει̃ν ἐπὶ Κεϊλα διαφθει̃ραι τὴν πόλιν δι' ἐμέ |
11 εἰ ἀποκλεισθήσεται καὶ νυ̃ν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δου̃λός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τω̨̃ δούλω̨ σου καὶ εἰ̃πεν κύριος ἀποκλεισθήσεται |
|
13 καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ὡς τετρακόσιοι καὶ ἐξη̃λθον ἐκ Κεϊλα καὶ ἐπορεύοντο οὑ̃ ἐὰν ἐπορεύθησαν καὶ τω̨̃ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κεϊλα καὶ ἀνη̃κεν του̃ ἐξελθει̃ν |
14 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ ἐν Μασερεμ ἐν τοι̃ς στενοι̃ς καὶ ἐκάθητο ἐν τη̨̃ ἐρήμω̨ ἐν τω̨̃ ὄρει Ζιφ ἐν τη̨̃ γη̨̃ τη̨̃ αὐχμώδει καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χει̃ρας αὐτου̃ |
15 καὶ εἰ̃δεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ του̃ ζητει̃ν τὸν Δαυιδ καὶ Δαυιδ ἐν τω̨̃ ὄρει τω̨̃ αὐχμώδει ἐν τη̨̃ Καινη̨̃ Ζιφ |
16 καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χει̃ρας αὐτου̃ ἐν κυρίω̨ |
17 καὶ εἰ̃πεν πρὸς αὐτόν μὴ φοβου̃ ὅτι οὐ μὴ εὕρη̨ σε ἡ χεὶρ Σαουλ του̃ πατρός μου καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον καὶ Σαουλ ὁ πατήρ μου οἰ̃δεν οὕτως |
18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου καὶ ἐκάθητο Δαυιδ ἐν Καινη̨̃ καὶ Ιωναθαν ἀπη̃λθεν εἰς οἰ̃κον αὐτου̃ |
19 καὶ ἀνέβησαν οἱ Ζιφαι̃οι ἐκ τη̃ς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμι̃ν ἐν Μεσσαρα ἐν τοι̃ς στενοι̃ς ἐν τη̨̃ Καινη̨̃ ἐν τω̨̃ βουνω̨̃ του̃ Εχελα του̃ ἐκ δεξιω̃ν του̃ Ιεσσαιμουν |
20 καὶ νυ̃ν πα̃ν τὸ πρὸς ψυχὴν του̃ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμα̃ς κεκλείκασιν αὐτὸν εἰς τὰς χει̃ρας του̃ βασιλέως |
21 καὶ εἰ̃πεν αὐτοι̃ς Σαουλ εὐλογημένοι ὑμει̃ς τω̨̃ κυρίω̨ ὅτι ἐπονέσατε περὶ ἐμου̃ |
22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνω̃τε τὸν τόπον αὐτου̃ οὑ̃ ἔσται ὁ ποὺς αὐτου̃ ἐν τάχει ἐκει̃ οὑ̃ εἴπατε μήποτε πανουργεύσηται |
23 καὶ ἴδετε καὶ γνω̃τε καὶ πορευσόμεθα μεθ' ὑμω̃ν καὶ ἔσται εἰ ἔστιν ἐπὶ τη̃ς γη̃ς καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα |
24 καὶ ἀνέστησαν οἱ Ζιφαι̃οι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μααν καθ' ἑσπέραν ἐκ δεξιω̃ν του̃ Ιεσσαιμουν |
25 καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτου̃ ζητει̃ν αὐτόν καὶ ἀπήγγειλαν τω̨̃ Δαυιδ καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τη̨̃ ἐρήμω̨ Μααν καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν |
26 καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτου̃ ἐκ μέρους του̃ ὄρους τούτου καὶ ἠ̃ν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐκ μέρους του̃ ὄρους τούτου καὶ ἠ̃ν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτου̃ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτου̃ συλλαβει̃ν αὐτούς |
27 καὶ ἄγγελος πρὸς Σαουλ ἠ̃λθεν λέγων σπευ̃δε καὶ δευ̃ρο ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γη̃ν |
28 καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τω̃ν ἀλλοφύλων διὰ του̃το ἐπεκλήθη ὁ τόπος ἐκει̃νος Πέτρα ἡ μερισθει̃σα |