Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 26

καὶ ἔρχονται οἱ Ζιφαι̃οι ἐκ τη̃ς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυιδ σκεπάζεται μεθ' ἡμω̃ν ἐν τω̨̃ βουνω̨̃ του̃ Εχελα του̃ κατὰ πρόσωπον του̃ Ιεσσαιμουν
καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ' αὐτου̃ τρει̃ς χιλιάδες ἀνδρω̃ν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητει̃ν τὸν Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ Ζιφ
καὶ παρενέβαλεν Σαουλ ἐν τω̨̃ βουνω̨̃ του̃ Εχελα ἐπὶ προσώπου του̃ Ιεσσαιμουν ἐπὶ τη̃ς ὁδου̃ καὶ Δαυιδ ἐκάθισεν ἐν τη̨̃ ἐρήμω̨ καὶ εἰ̃δεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτου̃ εἰς τὴν ἔρημον
καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κεϊλα
καὶ ἀνέστη Δαυιδ λάθρα̨ καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὑ̃ ἐκάθευδεν ἐκει̃ Σαουλ καὶ ἐκει̃ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτου̃ καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνη̨ καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλω̨ αὐτου̃
καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν πρὸς Αχιμελεχ τὸν Χετται̃ον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων τίς εἰσελεύσεται μετ' ἐμου̃ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν καὶ εἰ̃πεν Αβεσσα ἐγὼ εἰσελεύσομαι μετὰ σου̃
καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνω̨ ἐν λαμπήνη̨ καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γη̃ν πρὸς κεφαλη̃ς αὐτου̃ καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτου̃ ἐκάθευδεν κύκλω̨ αὐτου̃
καὶ εἰ̃πεν Αβεσσα πρὸς Δαυιδ ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χει̃ράς σου καὶ νυ̃ν πατάξω αὐτὸν τω̨̃ δόρατι εἰς τὴν γη̃ν ἅπαξ καὶ οὐ δευτερώσω αὐτω̨̃
καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεσσα μὴ ταπεινώση̨ς αὐτόν ὅτι τίς ἐποίσει χει̃ρα αὐτου̃ ἐπὶ χριστὸν κυρίου καὶ ἀθω̨ωθήσεται
10 καὶ εἰ̃πεν Δαυιδ ζη̨̃ κύριος ἐὰν μὴ κύριος παίση̨ αὐτόν ἢ ἡ ἡμέρα αὐτου̃ ἔλθη̨ καὶ ἀποθάνη̨ ἢ εἰς πόλεμον καταβη̨̃ καὶ προστεθη̨̃
11 μηδαμω̃ς μοι παρὰ κυρίου ἐπενεγκει̃ν χει̃ρά μου ἐπὶ χριστὸν κυρίου καὶ νυ̃ν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλη̃ς αὐτου̃ καὶ τὸν φακὸν του̃ ὕδατος καὶ ἀπέλθωμεν καθ' ἑαυτούς
12 καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν του̃ ὕδατος ἀπὸ πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἀπη̃λθον καθ' ἑαυτούς καὶ οὐκ ἠ̃ν ὁ βλέπων καὶ οὐκ ἠ̃ν ὁ γινώσκων καὶ οὐκ ἠ̃ν ὁ ἐξεγειρόμενος πάντες ὑπνου̃ντες ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ' αὐτούς
13 καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν του̃ ὄρους μακρόθεν καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτω̃ν
14 καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τω̨̃ Αβεννηρ ἐλάλησεν λέγων οὐκ ἀποκριθήσει Αβεννηρ καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἰ̃πεν τίς εἰ̃ σὺ ὁ καλω̃ν με
15 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεννηρ οὐκ ἀνὴρ σύ καὶ τίς ὡς σὺ ἐν Ισραηλ καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ὅτι εἰση̃λθεν εἱ̃ς ἐκ του̃ λαου̃ διαφθει̃ραι τὸν βασιλέα κύριόν σου
16 καὶ οὐκ ἀγαθὸν τὸ ῥη̃μα του̃το ὃ πεποίηκας ζη̨̃ κύριος ὅτι υἱοὶ θανατώσεως ὑμει̃ς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμω̃ν τὸν χριστὸν κυρίου καὶ νυ̃ν ἰδὲ δή τὸ δόρυ του̃ βασιλέως καὶ ὁ φακὸς του̃ ὕδατος που̃ ἐστιν τὰ πρὸς κεφαλη̃ς αὐτου̃
17 καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν του̃ Δαυιδ καὶ εἰ̃πεν ἠ̃ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ εἰ̃πεν Δαυιδ δου̃λός σου κύριε βασιλευ̃
18 καὶ εἰ̃πεν ἵνα τί του̃το καταδιώκει ὁ κύριός μου ὀπίσω του̃ δούλου αὐτου̃ ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα
19 καὶ νυ̃ν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥη̃μα του̃ δούλου αὐτου̃ εἰ ὁ θεὸς ἐπισείει σε ἐπ' ἐμέ ὀσφρανθείη θυσίας σου καὶ εἰ υἱοὶ ἀνθρώπων ἐπικατάρατοι οὑ̃τοι ἐνώπιον κυρίου ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομία̨ κυρίου λέγοντες πορεύου δούλευε θεοι̃ς ἑτέροις
20 καὶ νυ̃ν μὴ πέσοι τὸ αἱ̃μά μου ἐπὶ τὴν γη̃ν ἐξ ἐναντίας προσώπου κυρίου ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητει̃ν τὴν ψυχήν μου καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοι̃ς ὄρεσιν
21 καὶ εἰ̃πεν Σαουλ ἡμάρτηκα ἐπίστρεφε τέκνον Δαυιδ ὅτι οὐ κακοποιήσω σε ἀνθ' ὡ̃ν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοι̃ς σου ἐν τη̨̃ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα
22 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν ἰδοὺ τὸ δόρυ του̃ βασιλέως διελθέτω εἱ̃ς τω̃ν παιδαρίων καὶ λαβέτω αὐτό
23 καὶ κύριος ἐπιστρέψει ἑκάστω̨ τὰς δικαιοσύνας αὐτου̃ καὶ τὴν πίστιν αὐτου̃ ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χει̃ράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκει̃ν χει̃ρά μου ἐπὶ χριστὸν κυρίου
24 καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτη̨ ἐν ὀφθαλμοι̃ς μου οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελει̃ταί με ἐκ πάσης θλίψεως
25 καὶ εἰ̃πεν Σαουλ πρὸς Δαυιδ εὐλογημένος σύ τέκνον καὶ ποιω̃ν ποιήσεις καὶ δυνάμενος δυνήσει καὶ ἀπη̃λθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτου̃ καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).