Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 27

καὶ εἰ̃πεν Δαυιδ ἐν τη̨̃ καρδία̨ αὐτου̃ λέγων νυ̃ν προστεθήσομαι ἐν ἡμέρα̨ μια̨̃ εἰς χει̃ρας Σαουλ καὶ οὐκ ἔστιν μοι ἀγαθόν ἐὰν μὴ σωθω̃ εἰς γη̃ν ἀλλοφύλων καὶ ἀνη̨̃ Σαουλ του̃ ζητει̃ν με εἰς πα̃ν ὅριον Ισραηλ καὶ σωθήσομαι ἐκ χειρὸς αὐτου̃
καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ' αὐτου̃ καὶ ἐπορεύθη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεθ
καὶ ἐκάθισεν Δαυιδ μετὰ Αγχους ἐν Γεθ αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃ ἕκαστος καὶ ὁ οἰ̃κος αὐτου̃ καὶ Δαυιδ καὶ ἀμφότεραι αἱ γυναι̃κες αὐτου̃ Αχινααμ ἡ Ιεζραηλι̃τις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ του̃ Καρμηλίου
καὶ ἀνηγγέλη τω̨̃ Σαουλ ὅτι πέφευγεν Δαυιδ εἰς Γεθ καὶ οὐ προσέθετο ἔτι ζητει̃ν αὐτόν
καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους εἰ δὴ εὕρηκεν ὁ δου̃λός σου χάριν ἐν ὀφθαλμοι̃ς σου δότωσαν δή μοι τόπον ἐν μια̨̃ τω̃ν πόλεων τω̃ν κατ' ἀγρὸν καὶ καθήσομαι ἐκει̃ καὶ ἵνα τί κάθηται ὁ δου̃λός σου ἐν πόλει βασιλευομένη̨ μετὰ σου̃
καὶ ἔδωκεν αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὴν Σεκελακ διὰ του̃το ἐγενήθη Σεκελακ τω̨̃ βασιλει̃ τη̃ς Ιουδαίας ἕως τη̃ς ἡμέρας ταύτης
καὶ ἐγενήθη ὁ ἀριθμὸς τω̃ν ἡμερω̃ν ὡ̃ν ἐκάθισεν Δαυιδ ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων τέσσαρας μη̃νας
καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην καὶ ἰδοὺ ἡ γη̃ κατω̨κει̃το ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γη̃ς Αἰγύπτου
καὶ ἔτυπτε τὴν γη̃ν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναι̃κα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους
10 καὶ εἰ̃πεν Αγχους πρὸς Δαυιδ ἐπὶ τίνα ἐπέθεσθε σήμερον καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους κατὰ νότον τη̃ς Ιουδαίας καὶ κατὰ νότον Ιεσμεγα καὶ κατὰ νότον του̃ Κενεζι
11 καὶ ἄνδρα καὶ γυναι̃κα οὐκ ἐζωογόνησεν του̃ εἰσαγαγει̃ν εἰς Γεθ λέγων μὴ ἀναγγείλωσιν εἰς Γεθ καθ' ἡμω̃ν λέγοντες τάδε Δαυιδ ποιει̃ καὶ τόδε τὸ δικαίωμα αὐτου̃ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυιδ ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων
12 καὶ ἐπιστεύθη Δαυιδ ἐν τω̨̃ Αγχους σφόδρα λέγων ἤ̨σχυνται αἰσχυνόμενος ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἐν Ισραηλ καὶ ἔσται μοι δου̃λος εἰς τὸν αἰω̃να
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).