1 καὶ τὸ παιδάριον Σαμουηλ ἠ̃ν λειτουργω̃ν τω̨̃ κυρίω̨ ἐνώπιον Ηλι του̃ ἱερέως καὶ ῥη̃μα κυρίου ἠ̃ν τίμιον ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν ὅρασις διαστέλλουσα |
2 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ Ηλι ἐκάθευδεν ἐν τω̨̃ τόπω̨ αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν |
3 καὶ ὁ λύχνος του̃ θεου̃ πρὶν ἐπισκευασθη̃ναι καὶ Σαμουηλ ἐκάθευδεν ἐν τω̨̃ ναω̨̃ οὑ̃ ἡ κιβωτὸς του̃ θεου̃ |
4 καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ |
5 καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἰ̃πεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν |
6 καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἰ̃πεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε |
7 καὶ Σαμουηλ πρὶν ἢ γνω̃ναι θεὸν καὶ ἀποκαλυφθη̃ναι αὐτω̨̃ ῥη̃μα κυρίου |
8 καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτω̨ καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον |
9 καὶ εἰ̃πεν ἀνάστρεφε κάθευδε τέκνον καὶ ἔσται ἐὰν καλέση̨ σε καὶ ἐρει̃ς λάλει κύριε ὅτι ἀκούει ὁ δου̃λός σου καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τω̨̃ τόπω̨ αὐτου̃ |
10 καὶ ἠ̃λθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ καὶ εἰ̃πεν Σαμουηλ λάλει ὅτι ἀκούει ὁ δου̃λός σου |
11 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἰδοὺ ἐγὼ ποιω̃ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃ |
12 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπεγερω̃ ἐπὶ Ηλι πάντα ὅσα ἐλάλησα εἰς τὸν οἰ̃κον αὐτου̃ ἄρξομαι καὶ ἐπιτελέσω |
13 καὶ ἀνήγγελκα αὐτω̨̃ ὅτι ἐκδικω̃ ἐγὼ τὸν οἰ̃κον αὐτου̃ ἕως αἰω̃νος ἐν ἀδικίαις υἱω̃ν αὐτου̃ ὅτι κακολογου̃ντες θεὸν υἱοὶ αὐτου̃ καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ' οὕτως |
14 ὤμοσα τω̨̃ οἴκω̨ Ηλι εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰω̃νος |
15 καὶ κοιμα̃ται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγει̃λαι τὴν ὅρασιν τω̨̃ Ηλι |
16 καὶ εἰ̃πεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον καὶ εἰ̃πεν ἰδοὺ ἐγώ |
17 καὶ εἰ̃πεν τί τὸ ῥη̃μα τὸ λαληθὲν πρὸς σέ μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη ἐὰν κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα ἐκ πάντων τω̃ν λόγων τω̃ν λαληθέντων σοι ἐν τοι̃ς ὠσίν σου |
18 καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ' αὐτου̃ καὶ εἰ̃πεν Ηλι κύριος αὐτός τὸ ἀγαθὸν ἐνώπιον αὐτου̃ ποιήσει |
19 καὶ ἐμεγαλύνθη Σαμουηλ καὶ ἠ̃ν κύριος μετ' αὐτου̃ καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τω̃ν λόγων αὐτου̃ ἐπὶ τὴν γη̃ν |
20 καὶ ἔγνωσαν πα̃ς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τω̨̃ κυρίω̨ |
21 καὶ προσέθετο κύριος δηλωθη̃ναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τω̨̃ κυρίω̨ εἰς πάντα Ισραηλ ἀπ' ἄκρων τη̃ς γη̃ς καὶ ἕως ἄκρων καὶ Ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτου̃ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτω̃ν ἐνώπιον κυρίου |