ΒΑΣΙΛΕΙΩΝ Α,
κεφαλίς 7
1 καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἰ̃κον Αμιναδαβ τὸν ἐν τω̨̃ βουνω̨̃ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτου̃ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου |
2 καὶ ἐγενήθη ἀφ' ἡ̃ς ἡμέρας ἠ̃ν ἡ κιβωτὸς ἐν Καριαθιαριμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πα̃ς οἰ̃κος Ισραηλ ὀπίσω κυρίου |
3 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα οἰ̃κον Ισραηλ λέγων εἰ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν ὑμει̃ς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμω̃ν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμω̃ν πρὸς κύριον καὶ δουλεύσατε αὐτω̨̃ μόνω̨ καὶ ἐξελει̃ται ὑμα̃ς ἐκ χειρὸς ἀλλοφύλων |
4 καὶ περιει̃λον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίω̨ μόνω̨ |
5 καὶ εἰ̃πεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμω̃ν πρὸς κύριον |
6 καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γη̃ν καὶ ἐνήστευσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃παν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ |
7 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων |
8 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ μὴ παρασιωπήση̨ς ἀφ' ἡμω̃ν του̃ μὴ βοα̃ν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμα̃ς ἐκ χειρὸς ἀλλοφύλων |
9 καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τω̨̃ λαω̨̃ τω̨̃ κυρίω̨ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτου̃ κύριος |
10 καὶ ἠ̃ν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προση̃γον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνη̨̃ μεγάλη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ |
11 καὶ ἐξη̃λθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω του̃ Βαιθχορ |
12 καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τη̃ς παλαια̃ς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αβενεζερ λίθος του̃ βοηθου̃ καὶ εἰ̃πεν ἕως ἐνταυ̃θα ἐβοήθησεν ἡμι̃ν κύριος |
13 καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθει̃ν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας του̃ Σαμουηλ |
14 καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τω̨̃ Ισραηλ ἀπὸ 'Ασκαλω̃νος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἠ̃ν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον του̃ Αμορραίου |
15 καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ |
16 καὶ ἐπορεύετο κατ' ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πα̃σι τοι̃ς ἡγιασμένοις τούτοις |
17 ἡ δὲ ἀποστροφὴ αὐτου̃ εἰς Αρμαθαιμ ὅτι ἐκει̃ ἠ̃ν ὁ οἰ̃κος αὐτου̃ καὶ ἐδίκαζεν ἐκει̃ τὸν Ισραηλ καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον τω̨̃ κυρίω̨ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.