Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 8

καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτου̃ δικαστὰς τω̨̃ Ισραηλ
καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν αὐτου̃ πρωτότοκος Ιωηλ καὶ ὄνομα του̃ δευτέρου Αβια δικασταὶ ἐν Βηρσαβεε
καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτου̃ ἐν ὁδω̨̃ αὐτου̃ καὶ ἐξέκλιναν ὀπίσω τη̃ς συντελείας καὶ ἐλάμβανον δω̃ρα καὶ ἐξέκλινον δικαιώματα
καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ
καὶ εἰ̃παν αὐτω̨̃ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τη̨̃ ὁδω̨̃ σου καὶ νυ̃ν κατάστησον ἐφ' ἡμα̃ς βασιλέα δικάζειν ἡμα̃ς καθὰ καὶ τὰ λοιπὰ ἔθνη
καὶ ἠ̃ν πονηρὸν τὸ ῥη̃μα ἐν ὀφθαλμοι̃ς Σαμουηλ ὡς εἰ̃παν δὸς ἡμι̃ν βασιλέα δικάζειν ἡμα̃ς καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον
καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς του̃ λαου̃ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἢ ἐμὲ ἐξουδενώκασιν του̃ μὴ βασιλεύειν ἐπ' αὐτω̃ν
κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ' ἡ̃ς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοι̃ς ἑτέροις οὕτως αὐτοὶ ποιου̃σιν καὶ σοί
καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρη̨ αὐτοι̃ς καὶ ἀπαγγελει̃ς αὐτοι̃ς τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐπ' αὐτούς
10 καὶ εἰ̃πεν Σαμουηλ πα̃ν τὸ ῥη̃μα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτου̃ντας παρ' αὐτου̃ βασιλέα
11 καὶ εἰ̃πεν του̃το ἔσται τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμα̃ς τοὺς υἱοὺς ὑμω̃ν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτου̃ καὶ ἱππευ̃σιν αὐτου̃ καὶ προτρέχοντας τω̃ν ἁρμάτων αὐτου̃
12 καὶ θέσθαι αὐτοὺς ἑαυτω̨̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτου̃ καὶ τρυγα̃ν τρυγητὸν αὐτου̃ καὶ ποιει̃ν σκεύη πολεμικὰ αὐτου̃ καὶ σκεύη ἁρμάτων αὐτου̃
13 καὶ τὰς θυγατέρας ὑμω̃ν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας
14 καὶ τοὺς ἀγροὺς ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοι̃ς δούλοις αὐτου̃
15 καὶ τὰ σπέρματα ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν ἀποδεκατώσει καὶ δώσει τοι̃ς εὐνούχοις αὐτου̃ καὶ τοι̃ς δούλοις αὐτου̃
16 καὶ τοὺς δούλους ὑμω̃ν καὶ τὰς δούλας ὑμω̃ν καὶ τὰ βουκόλια ὑμω̃ν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμω̃ν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτου̃
17 καὶ τὰ ποίμνια ὑμω̃ν ἀποδεκατώσει καὶ ὑμει̃ς ἔσεσθε αὐτω̨̃ δου̃λοι
18 καὶ βοήσεσθε ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου βασιλέως ὑμω̃ν οὑ̃ ἐξελέξασθε ἑαυτοι̃ς καὶ οὐκ ἐπακούσεται κύριος ὑμω̃ν ἐν ται̃ς ἡμέραις ἐκείναις ὅτι ὑμει̃ς ἐξελέξασθε ἑαυτοι̃ς βασιλέα
19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκου̃σαι του̃ Σαμουηλ καὶ εἰ̃παν αὐτω̨̃ οὐχί ἀλλ' ἢ βασιλεὺς ἔσται ἐφ' ἡμα̃ς
20 καὶ ἐσόμεθα καὶ ἡμει̃ς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμα̃ς βασιλεὺς ἡμω̃ν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμω̃ν καὶ πολεμήσει τὸν πόλεμον ἡμω̃ν
21 καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους του̃ λαου̃ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὠ̃τα κυρίου
22 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν καὶ βασίλευσον αὐτοι̃ς βασιλέα καὶ εἰ̃πεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).